Thesauros Literature Oratory Ἀπολογία ὑπὲρ Λυκόφρονος

Ἀπολογία ὑπὲρ Λυκόφρονος

Ἀπολογία ὑπὲρ Λυκόφρονος Hyperides
15 ὅσα μὲν γὰρ τῶν ἀδικημάτων ἐν ἁπάσῃ τῇ ἡλικίᾳ τῇ τῇ Sauppe. τοῦ ἀνθρώπου ἐνδέχεταιἐνδέχεται usque adτοιοῦτος plerumque restituit Babington. ἀδικῆσαι, ταῦτα μὲν δεῖ σκοπεῖν ἀπʼ αὐτοῦ τοῦ ἐγκλήματοςἐγκλήματος Blass: ἀξιώματος Babington. οὗ ἂν ἔχῃ τις· μοιχεύειν δʼ οὐκ ἐνδέχεται ἀπὸ πεντήκοντα ἐτῶν ἄνθρωπον ἄνθρωπον olim Jensen: ἀρξάμενον Babington. ἀλλʼ ἢ πάλαι τοιοῦτόςSee note onἐενδέχεται above. ἐστιν, ὃ δειξάτωσαν οὗτοι, Column 13 ἢ ψευδῆ τὴν αἰτίαν εἰκὸς εἶναι.
16 ἐγὼ τοίνυν, ὦ ἄνδρες δικασταί, μεθʼ ὑμῶν διατρίβων ἐν τῇ πόλει τὸν ἅπαντα χρόνον, οὔτε αἰτίαν πονηρὰν οὐδεμίαν πώποτʼ ἔλαβον, οὔτʼ ἔγκλημά μοι πρὸς οὐδένα τῶν πολιτῶν γέγονεν, οὐδὲ πέφευγα δίκην οὐδεμίαν, οὐδʼ ἕτερον δεδίωχα, ἱπποτροφῶν δὲ διατετέλεκα φιλοτίμως τὸν ἅπαντα χρόνον παρὰ δύναμιν καὶ ὑπὲρ τὴν οὐσίαν τὴν ἐμαυτοῦ. ἐστεφάνωμαι δʼ ὑπό τε τῶν ἱππέων πάντων ἀνδραγαθίας ἕνεκα, καὶ ὑπὸ τῶν συναρχόντων.
17 ὑμεῖς γάρ με, ὦ ἄνδρες δικασταί, Column 14 πρῶτον μὲν φύλαρχον ἐχειροτονήσατε, ἔπειτα εἰς Λῆμνον ἵππαρχον· καὶ ἦρξα μὲν αὐτόθι δύʼ ἔτη τῶν πώποθʼ ἱππαρχηκότων μόνος, προσκατέμεινα δὲ αὐτόθι τὸν τρίτον ἐνιαυτόν, οὐ βουλόμενος πολίτας ἄνδρας ἐπὶ κεφαλὴν εἰσπράττειν τὸν μισθὸν τοῖς ἱππεῦσιν ἀπόρως διακειμένους.
18 καὶ ἐν τούτῳ μοι τῷ χρόνῳ ἔγκλημα μὲν οὐδεὶς τῶν ἐκεῖ ἐνεκάλεσεν οὔτε ἰδίᾳ οὔτε δημοσίᾳ, στεφάνοις δὲ τρισὶν ἐστεφανώθην ὑπὸ τοῦ δήμου τοῦ ἐν Ἡφαιςτίᾳ καὶ ἑτέροις ὑπὸ τοῦ ἐν Μυρίνῃ· ἃ χρὴ χρὴ Blass. τεκμήρια ὑμῖν εἶναι εἶναι Sauppe. εἰς τοῦτον τὸν Column 15 ἀγῶνα, ὡς ψευδεῖς κατʼ ἐμοῦ αἱαἱ add. Babington. αἰτίαι εἰσίν. οὐ γὰρ οἷόν τε τὸν Ἀθήνησι πονηρὸν ἐν Λήμνῳ χρηστὸν εἶναι, οὐδʼ ὑμεῖς ὡς τοιοῦτον ὄντα με ἀπεστέλλετε ἐκεῖσε, παρακατατιθέμενοι δύο πόλεις τῶν ὑμετέρων αὐτῶν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme