Thesauros Literature Oratory Κατ᾽ Ἀθηνογένους

Κατ᾽ Ἀθηνογένους

Κατ᾽ Ἀθηνογένους Hyperides
5 συναγαγὼν δʼ ἐγὼ πανταχόθεν καὶ τοὺς φίλους ἐνοχλήσας καὶ θεὶς ἐπὶ τὴν τράπεζαν τὰς τετταράκοντα μνᾶς ἧκον ὡς τὴν Ἀντιγόναν. κἀκείνη ςυνήγαγεν συνήγαγεν Revillout. ἡμᾶς εἰς τὸ αὐτό, ἐμέ τε καὶ Ἀθηνογένην, καὶ διήλλαξε, καὶ παρεκελεύσατο τοῦ λοιποῦ εὖ ποιεῖν ἀλλήλους. καὶ ἔγωγʼ ἔφην ταῦτα ποιήσειν, καὶ Ἀθηνογένης οὑτοσὶ ὑπολαβὼν εἶπεν ὅτι τῶν πεπραγμένων δεῖ με χάριν ἔχειν Ἀντιγόνᾳ· καὶ νῦν, ἔφη, ταύτης ἕνεκα ἤδη σοι ἐνδείξομαι ὅσα σε ἀγαθὰ ποιήσω. σὺ μὲν γάρ, γάρ Diels. ἔφη, τὸτὸ Diels. ἀργύριον ἐπʼ ἐλευθερίᾳ καταβαλεῖς καταβαλεῖς Kenyon. τοῦτοῦWeil:τῇDiels. ΜίδουΜίδου Revillout. καὶ τῶν παίδων, ἐγὼ δέ σοι ἀποδώσομαι αὐτοὺς ὠνῇ καὶ πράσει, ἵνα πρῶτον μὲν μηδεὶς παρενοχλῇπαρενοχλῇ Blass: σε ἐνοχλῇ Revillout. μηδὲ διαφθείρῃ τὸν παῖδα, ἔπειτʼ παῖδα, ἔπειτʼ Blass (secundum Jensen': Μίδαν, εἶτʼ Kenyon. αὐτοὶ μὴμὴ Blass. ἐγχειρῶσι πονηρεύεσθαι πονηρεύεσθαι Weil. μηδὲν διὰ τὸν φόβον.φόβον Kenyon.
6 τὸ δὲ Column 3 μέγιστον, νῦν μὲν ἂν δόξειαν διʼ ἐμὲ γεγονέναι ἐλεύθεροι· ἐὰν δὲ πριάμενος σὺ ὠνῇ καὶ πράσει εἶθʼ ὕστερον, ὅτε ἄν σοι δοκῇ, ἀφῇς αὐτοὺς ἐλευθέρους, διπλασίαν ἕξουσίν σοι τὴν χάριν. ὅσον μέντοι ὀφείλουσιν ἀργύριον, μύρου τέ τινος τιμὴν Παγκάλῳ καὶ Προκλεῖ καὶ εἴ τι ἄλλο κατέθετό τις ἐπὶ τὸ μυροπώλιον τῶν προσφοιτώντων, οἷα γίγνεται, ταῦτα, ἔφη, σὺ ἀναδέξῃ· ἔστιν δὲ μικρὰ κομιδῇ καὶ πολλῷ πλείω φορτία ἐστὶν τούτων ἐν τῷ ἐργαστηρίῳ, μύρον καὶ ἀλάβαστροι καὶ σμύρνα, καὶ ἄλλʼ ἄττα ὀνόματα λέγων, ὅθεν πάντα ταῦτα διαλυθήσεται διαλυθήσεται Weil. ῥᾳδίως.
7 ἦν δέ, ὦ ἄνδρες δικασταί, ὡς ἔοικεν, ἐνταῦθα ἡ ἐπιβουλὴ καὶ τὸ πλάσμα τὸ μέγα. εἰ μὲν γὰρ ἐπʼ ἐλευθερίᾳ καταβάλλοιμι αὐτῶν τὸ ἀργύριον, τοῦτο μόνον ἀπώλλυον ὃ δοίην αὐτῷ, ἀλλʼ οὐδὲν δεινὸν ἔπασχον· εἰ δὲ πριαίμην ὠνῇ καὶ πράσει, ὁμολογήσας αὐτῷ τὰ χρέα ἀναδέξεσθαι, ἀναδέξεσθαι Blass:ἀναδέξασθαι P, ut vid. (sed littera a dubia), Kenyon, et in add. Jensen. ὡς οὐθενὸς ἄξια ὄντα, διὰ τὸ μὴ προειδέναι, καὶ τοὺς πληρωτὰς τῶν ἐράνων ἐν ὁμολογίᾳ λαβών· ὅπερ ἐποίησεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme