15
μετὰ δὲ ταῦτα ἕτερος νόμος ἐστὶ περὶ ὧν Column 7 ὁμολογοῦντεςπερὶ ὧν Weil:ὁμολογοῦντες Revillout: κεῖται περὶ ὧν οἱ πωλοῦντες Volckmar. ἀλλήλοις συμβάλλουσιν, ὅταν τις πωλῇ ἀνδράποδον προλέγειν ἐάν τι ἔχῃ ἀρρώστημα, εἰ δὲ μή, ἀναγωγὴ τούτου ἐστίν. καίτοι ὅπου τὰ παρὰ τῆς τύχης νοσήματα ἂν μὴ δηλώσῃ τις πωλῶν οἰκέτην ἀνάγειν ἔξεστι, πῶς τά γε παρὰ σοῦ ἀδικήματα συσκευασθέντα οὐκ ἀναδεκτέον σοί ἐστιν; ἀλλὰ μὴν τὸ μὲν ἐπίληπτον ἀνδράποδον οὐ προσαπολλύει τοῦ πριαμένου τὴν οὐσίαν, ὁ δὲ Μίδας, ὃν σύ μοι ἀπέδου, καὶ τὴν τῶν φίλων τῶν ἐμῶν ἀπολώλεκε.
16
σκέψαι δέ, ὦ Ἀθηνόγενες, μὴ μόνον περὶ τῶν οἰκετῶν, ἀλλὰ καὶ περὶ τῶν ἐλευθέρων σωμάτων ὃν τρόπον οἱ νόμοι ἔχουσιν. οἶσθα γὰρ δήπου καὶ σὺ καὶ οἱοἱ add. Blass. ἄλλοι πάντες ὅτι οἱ ἐκ τῶν ἐγγυητῶν γυναικῶν παῖδες οὗτοι γνήσιοί εἰσιν. ἀλλὰ μὴνἀλλὰ μὴνet sq. ad col. 8 finem plerumque restituit Revillout. οὐκ ἀπέχρησε τῷ νομοθέτῃ τὸ ἐγγυηθῆναι τὴν γυναῖκα ὑπὸ τοῦ πατρὸς ἢ τοῦ ἀδελφοῦ, ἀλλʼ ἔγραψε διαρρήδην ἐν τῷ νόμῳ, ἣν ἂν ἐγγυήσῃ τις ἐπὶ δικαίοις δάμαρτα ἐκ ταύτης εἶναι παῖδας γνησίους,εἶναι παῖδας γνησίουςWeil. καὶ οὐκ καὶ οὐκ Blass: ἀλλ’ οὐκ Weil. ἐάν τις ψευςάμενος ὡς θυγατέρα ἐγγυήσῃ ἄλλην τινά. ἀλλὰ τὰς μὲν δικαίας ὡς θυγατέρα usque ad δικαίας Fuhr. ἐγγύας κυρίας, τὰς δὲ μὴ δικαίας ἀκύρους καθίστησιν.κυρίαςusque adκαθίστησινBlass.
17
ἔτι δὲ καὶ ὁ περὶ τῶν Column 8 διαθηκῶν νόμος παραπλήσιος τούτοις ἐστίν· κελεύει γὰρ ἐξεῖναι γὰρ ἐξεῖναι Blass. τὰ ἑαυτοῦ διατίθεσθαι ὅπως ἄν ὅπως ἄν Fuhr. τις βούληται πλὴν ἢ γήρως ἕνεκεν ἢ νόσου ἢ μανιῶν ἢ γυναικὶ πειθόμενον ἢ ὑπὸ δεσμοῦ ἢ ὑπὸ ἀνάγκης καταληφθέντα. ὅπου δὲ οὐδὲ περὶ τῶν αὑτοῦ ἰδίων αἱ μὴ δίκαιαι μὴ δίκαιαι Blass. διαθῆκαι κύριαί εἰσιν, πῶς Ἀθηνογένει γε κατὰ τῶν κατὰ τῶν Kenyon. ἐμῶν συνθεμένῳ τοιαῦτα δεῖ κύρια εἶναι;