Thesauros Literature Oratory Ὑπὲρ Εὐξενίππου ἐισαγγελίας ἀπολογία πρὸς Πολύευκτον

Ὑπὲρ Εὐξενίππου ἐισαγγελίας ἀπολογία πρὸς Πολύευκτον

Ὑπὲρ Εὐξενίππου ἐισαγγελίας ἀπολογία πρὸς Πολύευκτον Hyperides
37 ἔστι γάρ, ὦ ἄνδρες δικασταί, οὐχ οὗτος χρηστὸςχρηστὸς Meuss. πολίτης, ὅστις Column 29 μικρὰ δοὺς πλείω βλάπτει τὰ κοινά, οὐδʼ ὅστις εἰς τὸ παραχρῆμα ἐξ ἀδίκου πορίσας κατέλυσε τῆς πόλεως τὴν ἐκ δικαίου πρόσοδον, ἀλλʼ ὅτῳ μέλει καὶ τῶν εἰς τὸν ἔπειτα χρόνον ὠφελίμων τῇ πόλει καὶ τῆς ὁμονοίας τῶν πολιτῶν καὶ τῆς δόξης τῆς ὑμετέρας· ὧν ἔνιοι οὐ φροντίζουσιν, ἀλλὰ τῶν ἐργαζομένων ἀφαιρούμενοι πόρους φασὶ τούτους πορίζειν, ἀπορίαν ἐν τῇ πόλει παρασκευάζοντες. ὅταν γὰρ ᾖ ᾖ Babington: ἦν A. φοβερὸν τὸ κτᾶσθαι καὶ φείδεσθαι, τίς βουλήσεται κινδυνεύειν;
38 τούτους μὲν οὖν ἴσως οὐ ῥᾴδιόν ἐστι κωλῦσαι ταῦτα πράττειν· ὑμεῖς δέ, ὦ ἄνδρες Column 30 δικασταί, ὥσπερ καὶ ἄλλους πολλοὺς σεσώκατε τῶν πολιτῶν ἀδίκως εἰς ἀγῶνας καταστάντας, οὕτω καὶ Εὐξενίππῳ βοηθήσατε, καὶ μὴ περιίδητε αὐτὸν ἐπὶ πράγματι οὐδενὸς ἀξίῳ καὶ εἰσαγγελίᾳ τοιαύτῃ, ᾗ οὐ μόνον οὐκ ἔνοχός ἐστιν, ἀλλὰ καὶ αὐτὴ παρὰ τοὺς νόμους ἐστὶν εἰσηγγελμένη, καὶ πρὸς τούτοις ὑπʼ αὐτοῦ τοῦ κατηγόρου τρόπον τινὰ ἀπολελυμένη.
39 εἰσήγγελκε γὰρ αὐτὸν Πολύευκτος λέγειν μὴ τὰ ἄριστα τῷ δήμῳ τῷ Ἀθηναίων χρήματα λαμβάνοντα καὶ δωρεὰς παρὰ τῶν τἀναντία πραττόντων τῷ δήμῳ τῷ Ἀθηναίων. εἰ μὲν οὖν ἔξωθεν τῆς Column 31 πόλεώς τινας ᾐτιᾶτο εἶναι, παρʼ ὧν τὰ δῶρα εἰληφότα. Εὐξένιππον συναγωνίζεσθαι αὐτοῖς, ἦν ἂν αὐτῷ εἰπεῖν ὅτι, ἐπειδὴ ἐκείνους οὐκ ἔστι τιμωρήσασθαι, δεῖ τοὺς ἐνθάδε αὐτοῖςαὐτοῖς Babington:αὐτοὺς A. ὑπηρετοῦντας δίκην δοῦναι. νῦν δὲ Ἀθηναίους φησὶν εἶναι παρʼ ὧν τὰς δωρεὰς εἰληφέναι αὐτόν. εἶτα σύ, ἔχων ἐν τῇ πόλει τοὺς ὑπεναντία πράττοντας τῷ δήμῳ, οὐ τιμωρῇ, ἀλλʼ Εὐξενίππῳ πράγματα παρέχεις;
40 βραχὺ δʼ ἔτι εἰπὼν περὶ τῆς ψήφου ἧς ὑμεῖς μέλλετε φέρειν καταβήσομαι. ὅταν γὰρ μέλλητε, ὦ ἄνδρες δικασταί, διαψηφίζεσθαι, κελεύετε Column 32 ὑμῖν τὸν γραμματέα ὑπαναγνῶναι τήν τε εἰσαγγελίαν καὶ τὸν νόμον τὸν εἰσαγγελτικὸν καὶ τὸν ὅρκον τὸν ἡλιαστικόν· καὶ τοὺς μὲν λόγους ἁπάντων ἡμῶν ἀφέλετε, ἐκ δὲ τῆς εἰσαγγελίας καὶ τῶν νόμων σκεψάμενοι ὅ τι ἂν ὑμῖν δοκῇ δίκαιον καὶ εὔορκον εἶναι, τοῦτο ψηφίσασθε.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme