Thesauros Literature Oratory Κατὰ Δημοσθένους ὑπὲρ τῶν Ἁρπαλείων

Κατὰ Δημοσθένους ὑπὲρ τῶν Ἁρπαλείων

Κατὰ Δημοσθένους ὑπὲρ τῶν Ἁρπαλείων Hyperides
frag_5 Column 20 ὑπὸColl. 20 et 21 plerumque restituit Blass. δημοσθένους ἀποσταλείς, παρὰ δʼ Ὀλυμπιάδι Καλλίας ὁ Χαλκιδεύς, ὁ Ταυροσθένους ἀδελφός· τούτους γὰρ ἔγραψε Δημοσθένης Ἀθηναίους εἶναι καὶ χρῆται τούτοις πάντων μάλιστα. καὶ οὐδὲν θαυμαστόν· οὐδέποτε γὰρ οἶμαι ἐπὶ τῶν αὐτῶν μένων εἰκότως φίλους τοὺς ἀπʼ Εὐρίπου κέκτηται. εἶτα σὺ περὶ φιλίας πρὸς ἐμὲ τολμήσεις αὐτίκα μάλα λέγειν Desunt col. 20 versus fere unus et col. 21 unus. Column 21 ταύτην τὴν φιλίαν διέλυσας αὐτός, ὅτε χρυσίον κατὰ τῆς πατρίδοςπατρίδος Boeckh. ἔλαβες καὶ μετεβάλου. καὶ καταγέλαστον καταγέλαστον Babington. μὲν σαυτὸν ἐποίησας, κατῄσχυνας δὲ τοὺς ἐκ τῶν ἔμπροσθεν ἔμπροσθεν Boeckh. χρόνων τῶν αὐτῶν τί σοι προελομένους· καὶ ἐξὸν ἡμῖν λαμπροτάτοις εἶναι παρὰ τῷ δήμῳ καὶ τὸν ὑπόλοιπον βίον ὑπὸ δόξης χρηστῆς παραπεμφθῆναι, ἅπαντα ταῦτα ἀνέτρεψας, καὶ οὐκ αἰσχύνει νυνὶ τηλικοῦτος ὢν ὑπὸ μειρακίων κρινόμενος περὶ δωροδοκίας. καίτοι ἔδει τοὐναντίον ὑφʼ ὑμῶν παιδεύεσθαι τοὺς νεωτέρους τῶν ῥητόρων, καὶ εἴ τι προπετέστερον Column 22 ἔπραττον ἐπιτιμᾶσθαι καὶ κολάζεσθαι. νῦν δὲ τοὐναντίον οἱ νέοι τοὺς ὑπὲρ ἑξήκοντα ἔτη σωφρονίζουσιν. διόπερ, ὦ ἄνδρες δικασταί, δικαίως ἂν ὀργίζοισθε Δημοσθένει, εἰ καὶ δόξης ἱκανῆς καὶ πλούτου πολλοῦ διʼ ὑμᾶςδι’ ὑμᾶς Sauppe. μετεσχηκὼς μηδʼ ἐπὶ γήρως ὀδῷ ὀδῷ Babington, coll. Polluce ii. 15. κήδεται τῆς πατρίδος. ἀλλʼ ὑμεῖς μὲν ᾐσχύνεσθε ἐπὶηςυ τοὺς περιεστηκότας τῶν Ἑλλήνων, ὅτε τινῶντινῶν Blass. κατεχειροτονεῖτε, εἰ τοιούτους καὶ δημαγωγοὺς καὶ στρατηγοὺς καὶ φύλακας τῶν πραγμάτων Desunt col. 22 versus quattuor et col. 23 fere tota.

Frag. VI (VII)

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme