Thesauros Literature Oratory Ἐπιτάφιος

Ἐπιτάφιος

Ἐπιτάφιος Hyperides
42 εἰ εἰ Leopardi: οὐ codd. γὰρ θρήνων ἄξια πεπόνθασιν, ἀλλʼ ἐπαίνων μεγάλων πεποιήκασιν. εἰ δὲ γήρως θνητοῦ μὴ μετέσχον, ἀλλʼ εὐδοξίαν ἀγήρατον εἰλήφασιν, εὐδαίμονές τε γεγόνασι κατὰ πάντα. ὅσοι μὲν γὰρ αὐτῶν ἄπαιδες τετελευτήκασιν, οἱ παρὰ τῶν Ἑλλήνων ἔπαινοι παῖδες αὐτῶν ἀθάνατοι ἔσονται. ὅσοι δὲ παῖδας καταλελοίπασιν, ἡ τῆς πατρίδος εὔνοια ἐπίτροπος αὐτοῖς τῶν παίδων καταστήσεται.
43 πρὸς δὲ τούτοις, εἰ μέν ἐστι τὸ ἀποθανεῖν ὅμοιον τῷ μὴ γενέσθαι, ἀπηλλαγμένοι εἰσὶ νόσων καὶ λύπης καὶ τῶν ἄλλων τῶν προσπιπτόντων εἰς τὸν ἀνθρώπινον βίον· εἰ δʼ ἔστιν αἴσθησις ἐν Ἅιδου καὶ ἐπιμέλεια παρὰ τοῦ δαιμονίου, ὥσπερ ὑπολαμβάνομεν, εἰκὸς εἰκὸς Toup: εἶναι vel εἴη codd. τοὺς ταῖς τιμαῖς τῶν θεῶν καταλυομέναις βοηθήσαντας πλείστης κηδεμονίας κηδεμονίας Ruhnken: ἐπιμελείας vel εὐδαιμονίας codd.: ἐπιμελείας καὶ κηδεμονίας Fuhr. ὑπὸ τοῦ δαιμονίου τυγχάνειν
← Previous 10 / 10

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme