Thesauros Literature Oratory Ἐπιτάφιος

Ἐπιτάφιος

Ἐπιτάφιος Hyperides
19 οὐδένες γὰρ πώποτε τῶν γεγονότων οὔτε περὶ καλλιόνων οὔτε πρὸς ἰσχυροτέρους οὔτε μετʼ ἐλαττόνων ἠγωνίσαντο, τὴν ἀρετὴν ἰσχὺν καὶ τὴν ἀνδρείαν πλῆθος, ἀλλʼ οὐ τὸν πολὺν ἀριθμὸν τῶν σωμάτων εἶναι κρίνοντες. καὶ τὴν μὲν ἐλευθερίαν εἰς τὸ κοινὸν πᾶσιν κατέθεσαν, τὴν δʼ εὐδοξίαν τὴν τὴν add. Blass. ἀπὸ τῶν πράξεων ἴδιον στέφανον τῇ πατρίδι περιέθηκαν. περιέθηκαν Sauppe.
20 ἄξιον Column 8 τοίνυν συλλογίσασθαι καὶ τί ἂν συμβῆναι νομίζομεν νομίζομεν Kayser: νομίζοιμεν S. μὴ κατὰ τρόπον τούτων ἀγωνισαμένων. ἆρʼ οὐκ ἂν ἑνὸς μὲν δεσπότου τὴν οἰκουμένην ὑπήκοον ἅπασαν εἶναι, νόμῳ δὲ τῷ τούτου τρόπῳ ἐξ ἀνάγκης χρῆσθαι τὴν Ἑλλάδα; συνελόντα δʼ εἰπεῖν, τὴν Μακεδόνων ὑπερηφανίαν καὶ μὴ τὴν τοῦ δικαίου δύναμιν ἰσχύειν παρʼ ἑκάστοις, ὥστε μήτε γυναικῶν μήτε παρθένων μήτε παίδων ὕβρειςἀνεκλείπτους ἀνεκλείπτους plerique edd., qui lacunam indicant: ἂν ἐκλείπτους (verbum ignotum) S: post ἑκάστοις add. μὴ Colin. ἑκάστοις καθεστάναι.
21 φανερὸν δʼ ἐξ ὧν ἀναγκαζόμεθα καὶ νῦν ἔτι ἔτι Kayser: ἐστι Cobet: ἐᾶν Caffiaux.· θυσίας μὲν ἀνθρώποις γιγνομένας γιγνομένας Cobet. ἐφορᾶν, ἀγάλματα δὲ καὶ βωμοὺς καὶ ναοὺς τοῖς μὲν θεοῖς ἀμελῶς, τοῖς δὲ ἀνθρώποις ἐπιμελῶς συντελούμενα, καὶ τοὺς τούτων τούτων Cobet. οἰκέτας ὥσπερ ἥρωας τιμᾶν ἡμᾶς ἀναγκαζομένους.
22 ὅπου δὲ τὰ πρὸς τοὺς τοὺς add. Cobet. θεοὺς ὅσια διὰ τὴν Μακεδόνων τόλμαν ἀνῄρηται, τί τὰ πρὸς τοὺς ἀνθρώπουςPost ἀνθρώπους add. δίκαια Fritzsche. χρὴ νομίζειν; ἆρʼ οὐκ ἂν παντελῶς καταλελύσθαι; ὥστε ὅσῳ δεινότερα τὰ προςδοκώμενʼ ἂν γενέσθαι κρίνομεν, κρίνομεν Kayser: κρίνοιμεν S. τοσούτῳ μειζόνων ἐπαίνων τοὺς τετελευτηκότας ἀξίους χρὴ νομίζειν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme