37
ἀκούετε τοῦ ψηφίσματος, ὦ ἄνδρες, ὅτι τὴν βουλὴν τοὺς πεντακοσίους καταβαίνειν εἰς Πειραιᾶ χρηματιοῦσαν περὶ φυλακῆς τοῦ Πειραιέως ἐν τοῖς ὅπλοις ἔδοξε, καὶ πράττειν διεσκευασμένην ὅ τι ἂν δοκῇ τῷ δήμῳ συμφέρον εἶναι. καίτοι, ὦ ἄνδρες, εἰ οἱ ἀφειμένοιἀφειμένοι A. G. Becker (coll. 40): ἀφιέμενοι codd. τοῦ στρατεύεσθαι ἕνεκα τοῦ βουλεύεσθαι ὑπὲρ τῆς πόλεως ἐν τῇ τῶν στρατιωτῶν τάξει διέτριβον, ἆρʼ ὑμῖν δοκοῦσι μικροὶ καὶ οἱ τυχόντες φόβοι τότε τὴν πόλιν κατασχεῖν;
38
ἐν οἷς Λεωκράτης οὑτοσὶ καὶ αὐτὸς ἐκ τῆς πόλεως ἀποδρὰς ᾤχετο, καὶ τὰ χρήματα τὰ ὑπάρχοντα ἐξεκόμισε, καὶ τὰτὰ add. Halm. ἱερὰ τὰ πατρῷα μετεπέμψατο, καὶ εἰς τοσοῦτον προδοσίας ἦλθεν ὥστε κατὰ τὴν τούτουτούτου Thalheim: αὐτοῦ codd. προαίρεσιν ἔρημοι μὲν ἦσαν οἱ νεῴ,νεῴ Blass (coll. sects. 1, 25, etc.): ναοί codd. qui τῶν ἱερέων add.: secl. Heinrich. ἔρημοι δʼ αἱ φυλακαὶ τῶν τειχῶν, ἐξελέλειπτο δʼ ἡ πόλις καὶ ἡ χώρα.
39
καίτοι κατʼ ἐκείνους τοὺς χρόνους, ὦ ἄνδρες, τίς οὐκ ἂν τὴν πόλιν ἠλέησεν, οὐ μόνον πολίτης ἀλλὰ καὶ ξένος ἐν τοῖς ἔμπροσθεν χρόνοις ἐπιδεδημηκώς; τίς δʼ ἦν οὕτως ἢ μισόδημος τότʼ ἢ μισαθήναιος, ὅστις ἐδυνήθη ἂν ἄτακτον αὑτὸναὑτὸν Baiter et Sauppe: ἑαυτὸν Ald.: τὸν αὐτὸν codd. ὑπομεῖναι ἰδεῖν; ἡνίκα ἡ μὲν ἧττα καὶ τὸ γεγονὸς πάθος τῷ δήμῳδήμῳ add. Ald.; προσήγγελτο Es: τῷ προσηγγέλλετο codd.: pro τῷ, ἀρτίως Blass: στρατοπέδῳ add. Meier, στρατῷ Petrie. προσήγγελτο, ὀρθὴ δʼ ἦν ἡ πόλις ἐπὶἐπὶ Bekker: ἐν codd. τοῖς συμβεβηκόσιν, αἱ δʼ ἐλπίδες τῆς σωτηρίας τῷ δήμῳ ἐν τοῖς ὑπὲρ πεντήκοντʼ ἔτη γεγονόσι καθειστήκεσαν,