Thesauros Literature Oratory Κατὰ Λεωκράτους

Κατὰ Λεωκράτους

Κατὰ Λεωκράτους Lycurgus ca. 390-ca. 324 B.C
52 σκέψασθε δʼ, ὦ ἄνδρες, ὅτι οὐδʼ ἐνοὐδ’ ἐν Taylor: οὐδὲν codd.: οὐδ’ ἐφʼ Bekker. ὑμῖν ἐστιν ἀποψηφίσασθαι Λεωκράτους τουτουί, τὰ δίκαια ποιοῦσι. τὸ γὰρ ἀδίκημα τοῦτο κεκριμένον ἐστὶ καὶ κατεγνωσμένον. ἡ μὲν γὰρ ἐνἐν Bekker: ἐπʼ codd. Ἀρείῳ πάγῳ βουλή (καὶ μηδείς μοι θορυβήσῃ· ταύτην γὰρ ὑπολαμβάνω μεγίστην τότε γενέσθαι τῇ πόλει σωτηρίαν) τοὺς φυγόνταςφυγόντας A. G. Becker: φεύγοντας codd. τὴν πατρίδα καὶ ἐγκαταλιπόντας τότε τοῖς πολεμίοιςτοῖς πολεμίοις Bekker: τοὺς πολεμίους codd.: ὡς πολεμίους Ald. λαβοῦσα ἀπέκτεινε. καίτοι, ὦ ἄνδρες, μὴ νομίζετε τοὺς τὰ τῶν ἄλλων φονικὰ ἀδικήματα ὁσιώτατα δικάζοντας αὐτοὺς ἂν εἴς τινα τῶν πολιτῶν τοιοῦτόν τι παρανομῆσαι. ἀλλὰ μὴν Αὐτολύκου μὲν μὲν γε Gebauer. ὑμεῖς κατεψηφίσασθε,
53 μείναντος μὲν αὐτοῦ ἐν τοῖς κινδύνοις, ἔχοντος δʼ αἰτίαν τοὺς υἱεῖς καὶ τὴν γυναῖκα ὑπεκθέσθαι, καὶ ἐτιμωρήσασθε. κα ἐτιμωρήσασθε del. Dobree. καίτοι εἰ τὸν τοὺς ἀχρήστους εἰς τὸν πόλεμον ὑπεκθέσθαι αἰτίαν ἔχοντα ἐτιμωρήσασθε, τί δεῖ πάσχειν ὅστις ἀνὴρ ὢν οὐκ ἀπέδωκε τὰ τροφεῖα τῇ πατρίδι; ἔτι δὲ ὁ δῆμος δεινὸν ἡγησάμενος εἶναι τὸ γιγνόμενον ἐψηφίσατο ἐνόχους εἶναι τῇ προδοσίᾳ τοὺς φεύγοντας τὸν ὑπὲρ τῆς πατρίδος κίνδυνον, ἀξίους εἶναι νομίζων τῆς ἐσχάτης τιμωρίας.
54 ἃ δὴ κατέγνωσται μὲν παρὰ τῷ δικαιοτάτῳ συνεδρίῳ, κατεψήφισται δʼ ὑφʼ ὑμῶν τῶν δικάζειν λαχόντων, ὁμολογεῖται δὲ παρὰ τῷ δήμῳ τῆς μεγίστης ἄξια εἶναι τιμωρίας, τούτοις ὑμεῖς ἐναντία ψηφιεῖσθε; πάντων ἄρʼἄρʼ Heinrich (coll. 27, 78): γὰρ codd. ἀνθρώπων ἔσεσθε ἀγνωμονέστατοι καὶ ἐλαχίστους ἕξετε τοὺς ὑπὲρ αὐτῶν κινδυνεύοντας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme