Thesauros Literature Oratory Κατὰ Λεωκράτους

Κατὰ Λεωκράτους

Κατὰ Λεωκράτους Lycurgus ca. 390-ca. 324 B.C
62 ἀλλʼ οὐχ ὅσαι πώποτʼ ἀνάστατοι γεγόνασι. τοῦτο μὲν γάρ, εἰ καὶ παλαιότερον εἰπεῖν ἐστι, τὴν Τροίαν τίς οὐκ ἀκήκοεν ὅτι μεγίστη γεγενημένη τῶν τότε πόλεων καὶ πάσης ἐπάρξασα τῆς Ἀσίας, ὡς ἅπαξ ὑπὸ τῶν Ἑλλήνων κατεσκάφη, τὸν αἰῶνα ἀοίκητός ἐστι; τοῦτο δὲ ΜεσσήνηνΜεσσήνην Melanchthon: Μεσήνην codd. πεντακοσίοις ἔτεσιν ὕστερον ἐκ τῶν τυχόντων ἀνθρώπων συνοικισθεῖσαν;
63 ἴσως οὖν τῶν συνηγόρων αὐτῷ τολμήσει τις εἰπεῖν, μικρὸν τὸ πρᾶγμα ποιῶν, ὡς οὐδὲν ἂν παρʼ ἕνα ἄνθρωπον ἐγένετο τούτων· καὶ οὐκ αἰσχύνονται αἰσχύνονται αἰσχυνοῦνται Es. τοιαύτην ἀπολογίαν ποιούμενοι πρὸς ὑμᾶς, ἐφʼ ᾗ δικαίως ἂν ἀποθάνοιεν. εἰ μὲν γὰρ ὁμολογοῦσι τὴν πατρίδα αὐτὸν ἐκλιπεῖν, τοῦτο συγχωρήσαντες ὑμᾶς ἐώντωνἐώντων Es: ἐάτωσαν codd. διαγνῶναι περὶ τοῦ μεγέθους· εἰ δʼ ὅλως μηδὲν τούτων πεποίηκεν, οὐ μανία δή που τοῦτο λέγειν, ὡς οὐδὲν ἂν γένοιτοἂν γένοιτο Halm: ἂν γένηται codd.: ἂν γίγνοιτο Blass: γεγένηται aut ἂν ἐγένετο Bekker. παρὰ τοῦτον;τοῦτον Ald.: τοῦτο codd.
64 ἡγοῦμαι δʼ ἔγωγε, ὦ ἄνδρες, τοὐναντίον τούτοις, παρὰ τοῦτον εἶναι τῇ πόλει τὴν σωτηρίαν. ἡ γὰρ πόλις οἰκεῖται κατὰ τὴν ἰδίαν ἑκάστου μοῖραν φυλαττομένη· ὅταν οὖν ταύτην ἐφʼ ἑνός τις παρίδῃ,παρίδῃ Ald.: παρίδοι codd. λέληθεν ἑαυτὸν ἐφʼ ἁπάντων τοῦτο πεποιηκώς. καίτοι ῥᾴδιόν ἐστιν, ὦ ἄνδρες, πρὸς τὰς τῶν ἀρχαίων νομοθετῶν διανοίας ἀποβλέψαντας τὴν ἀλήθειαν εὑρεῖν.
65 ἐκεῖνοι γὰρ οὐ τῷ μὲν ἑκατὸν τάλαντα κλέψαντι θάνατον ἔταξαν, τῷ δὲ δέκα δραχμὰς ἔλαττον ἐπιτίμιον· οὐδὲ τὸν μὲν μεγάλα ἱεροσυλήσαντα ἀπέκτεινον,ἀπέκτεινον Coraes: ἀπέκτειναν codd. τὸν δὲ μικρὰ ἐλάττονι τιμωρίᾳ ἐκόλαζον· οὐδὲ τὸν μὲν οἰκέτην ἀποκτείναντα ἀργυρίῳ ἐζημίουν, τὸν δὲ ἐλεύθερον εἶργον τῶν νόμων νόμων νομίμων Stephanus. ἀλλʼ ὁμοίως ἐπὶ πᾶσι καὶ τοῖς ἐλαχίστοις παρανομήμασι θάνατον ὥρισαν εἶναι τὴν ζημίαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme