66
οὐ γὰρ πρὸς τὸ ἴδιον ἕκαστος αὐτῶν ἀπέβλεπε τοῦ γεγενημένου πράγματος, οὐδʼ ἐντεῦθεν τὸ μέγεθος τῶν ἁμαρτημάτων ἐλάμβανον, ἀλλʼ αὐτὸ ἐσκόπουν τοῦτο, εἰ πέφυκε τὸ ἀδίκημα τοῦτο ἐπὶ πλεῖον ἐλθὸν μέγα βλάπτειν τοὺς ἀνθρώπους. καὶ γὰρ ἄτοπον ἄλλως πως περὶ τούτου ἐξετάζειν. φέρε γάρ, ὦ ἄνδρες, εἴ τις ἕνα νόμον εἰς τὸ Μητρῷον ἐλθὼν ἐξαλείψειεν, εἶτʼ ἀπολογοῖτο ὡς οὐδὲν παρὰ τοῦτον τῇ πόλει ἐστίν, ἆρʼ οὐκ ἂν ἀπεκτείνατʼ αὐτόν; ἐγὼ μὲν οἶμαι δικαίως, εἴπερ ἐμέλλετε καὶ τοὺς ἄλλους σῴζειν.
67
τὸν αὐτὸν τοίνυν τρόπον κολαστέον ἐστὶ τοῦτον, εἰ μέλλετε τοὺς ἄλλους πολίτας βελτίους ποιήσειν· καὶ οὐ τοῦτο λογιεῖσθε, εἰ εἷς ἐστι μόνος ἅνθρωπος,ἅνθρωπος Blass: ὁ ἄνθρωπος codd. ἀλλʼ εἰς τὸ πρᾶγμα. εἰς τὸ πρᾶγμα obelis inclusit Blass: οἷον τὸ πρᾶγμα Bekker: alii alia. ἐγὼ μὲν γὰρ ἡγοῦμαι τὸ μὴ πολλοὺς τοιούτους γενέσθαι ἡμέτερον εὐτύχημα εἶναι, τοῦτον μέντοι διὰ τοῦτο διὰ τοῦτο om. A pr., secl. Blass. μείζονος τιμωρίας ἄξιον εἶναι τυχεῖν, ὅτι μόνος τῶν ἄλλων πολιτῶν οὐ κοινὴν ἀλλʼ ἰδίαν τὴν σωτηρίαν ἐζήτησεν.
68
ἀγανακτῶ δὲ μάλιστα, ὦ ἄνδρες, ἐπειδὰν ἀκούσω τῶν μετὰ τούτου τινὸς λέγοντος ὡς οὐκ ἔστι τοῦτο προδιδόναι, εἴ τις ᾤχετο ἐκ τῆς πόλεως· καὶ γὰρ οἱ πρόγονοί ποθʼ ὑμῶνὑμῶν A pr.: ἡμῶν cett. τὴν πόλιν καταλιπόντες, ὅτε πρὸς Ξέρξην ἐπολέμουν, εἰς Σαλαμῖνα διέβησαν. καὶ οὕτως ἐστὶν ἀνόητος καὶ παντάπασιν ὑμῶν καταπεφρονηκὼς ὥστε τὸ κάλλιστον τῶν ἔργων πρὸς τὸ αἴσχιστον συμβαλεῖν ἠξίωσε.
69
ποῦ γὰρ οὐ περιβόητος ἐκείνων τῶν ἀνδρῶν ἡ ἀρετὴ γέγονε; τίς δʼ οὕτως ἢ φθονερός ἐστιν ἢ παντάπασιν ἀφιλότιμος, ὃς οὐκ ἂν εὔξαιτο τῶν ἐκείνοις πεπραγμένων μετασχεῖν; οὐ γὰρ τὴν πόλιν ἐξέλιπον ἀλλὰ τὸν τόπον μετήλλαξαν, πρὸς τὸν ἐπιόντα κίνδυνον καλῶς βουλευσάμενοι.