Thesauros Literature Oratory Κατὰ Λεωκράτους

Κατὰ Λεωκράτους

Κατὰ Λεωκράτους Lycurgus ca. 390-ca. 324 B.C
74 καίτοι οἴεσθʼ ἄν, εἰ τῇ Λεωκράτους διανοίᾳ χρησάμενοι πάντες ἔφυγον, τούτων ἄν τι γενέσθαι τῶν καλῶν ἔργων, ἢ ταύτην ἂν ἔτι τὴν χώραν κατοικεῖν ὑμᾶς; χρὴ τοίνυν, ὦ ἄνδρες, ὥσπερ τοὺς ἀγαθοὺς ἐπαινεῖτε καὶ τιμᾶτε, οὕτω καὶ τοὺς κακοὺς μισεῖν τε καὶ κολάζειν, ἄλλως τε καὶ Λεωκράτην, ὃς οὔτε ἔδεισεν οὔτε ᾐσχύνθη ὑμᾶς.
75 καίτοι ὑμεῖς τίνα τρόπον νενομίκατε περὶ τούτων καὶ πῶς ἔχετε ταῖς διανοίαις, θεωρήσατε. ἄξιον γὰρ ὅμως καίπερ πρὸς εἰδότας διελθεῖν· ἐγκώμιον γὰρ νὴ τὴν Ἀθηνᾶν εἰσι τῆς πόλεως οἱ παλαιοὶ νόμοι καὶ τὰ ἔθη τῶν ἐξ ἀρχῆς ταῦτα κατασκευασάντων, οἷς ἂν προσέχητε, τὰ δίκαια ποιήσετε καὶ πᾶσιν ἀνθρώποις σεμνοὶ καὶ ἄξιοι τῆς πόλεως δόξετʼ εἶναι.
76 ὑμῖν γὰρ ἔστιν ὅρκος, ὃν ὀμνύουσι πάντες οἱ πολῖται, ἐπειδὰν εἰς τὸ ληξιαρχικὸν γραμματεῖον ἐγγραφῶσι καὶ ἔφηβοι γένωνται, μήτε τὰ ἱερὰ ὅπλα καταισχυνεῖνκαταισχυνεῖν ἀμυνεῖν Stephanus: καταισχύνειν ἀμύνειν codd. μήτε τὴν τάξιν λείψειν, ἀμυνεῖν δὲ τῇ πατρίδι καὶ ἀμείνω παραδώσειν. ὃν εἰ μὲν ὀμώμοκε Λεωκράτης, φανερῶς ἐπιώρκηκε, καὶ οὐ μόνον ὑμᾶς ἠδίκηκεν, ἀλλὰ καὶ εἰς τὸ θεῖον ἠσέβηκενἠσέβηκεν Ald.: ἠσέβησεν Α.. εἰ δὲ μὴ ὀμώμοκεν εὐθὺς δῆλός ἐστι παρασκευασάμενοςπαρασκευασάμενος A pr.: παρεσκευασμένος cett. ὡςὡς add. Es. οὐδὲν ποιήσωνποιήσων Frohberger: ποιήσειν codd. τῶν δεόντων, ἀνθʼ ὧν δικαίως ἂν αὐτὸν καὶ ὑπὲρ ὑμῶν καὶ ὑπὲρ τῶν θεῶν τιμωρήσαισθε.τιμωρήσαισθε Ducas: τιμωρήσεσθε A pr.: τιμωρήσοισθε A corr.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme