96
φορτίου δʼ οἶμαι προσγενομένου καὶ αὐτὸς ἐγκατελήφθη. ὅθεν δὴ καὶ ἄξιον θεωρῆσαι τὸ θεῖον, ὅτι τοῖς ἀνδράσι τοῖς ἀγαθοῖς εὐμενῶς ἔχει. λέγεται γὰρ κύκλῳ τὸν τόπον ἐκεῖνον περιρρυῆναιπεριρρυῆναι Es: περιρρεῦσαι codd. τὸ πῦρ καὶ σωθῆναι τούτους μόνους, ἀφʼ ὧν καὶ τὸ χωρίον ἔτι καὶ νῦν προσαγορεύεσθαιπροσαγορεύεσθαι Reiske: προσαγορεῦσαι codd. τῶν εὐσεβῶνεὐσεβῶν Ald.: ἀσεβῶν codd. χῶρον· τοὺς δὲ ταχεῖαν τὴν ἀποχώρησιν ποιησαμένους καὶ τοὺς ἑαυτῶν γονέαςγονέας hic et in 97 Es: γονεῖς codd. ἐγκαταλιπόντας ἅπανταςἐγκαταλιπόντας ἅπαντας Pinzger: ἅπαντας ἐγκαταλιπόντας codd. ἀπολέσθαι.
97
ὥστε καὶ ὑμᾶς δεῖν τὴν παρὰ τῶντῶν add. Sauppe. θεῶν ἔχοντας μαρτυρίαν ὁμογνωμόνως τοῦτον κολάζειν, τὸν ἅπασι τοῖς μεγίστοις ἀδικήμασιν ἔνοχον ὄντα κατὰ τὸ ἑαυτοῦ μέρος. τοὺς μὲν γὰρ θεοὺς τὰςτὰς Reiske: τοὺς codd. πατρίους τιμὰς ἀπεστέρησε,ἀπεστέρησε Blass: ἀπεστέρηκε codd. τοὺς δὲ γονέας τοῖς πολεμίοις ἐγκατάλιπε, τοὺς δὲ τετελευτηκότας τῶν νομίμων οὐκ εἴασε τυχεῖν.
98
καίτοι σκέψασθε, ὦ ἄνδρες· οὐ γὰρ ἀποστήσομαι τῶν παλαιῶν· ἐφʼ οἷς γὰρ ἐκεῖνοι ποιοῦντες ἐφιλοτιμοῦντο, ταῦτα δικαίως ἂν ὑμεῖς ἀκούσαντες ἀποδέχοισθε. φασὶ γὰρ Εὔμολπον τὸν ΠοσειδῶνοςA verbis τὸν Ποσειδῶνος rursus incipit N. καὶ Χιόνης μετὰ Θρᾳκῶν ἐλθεῖν τῆς χώρας ταύτης ἀμφισβητοῦντα, τυχεῖν δὲ κατʼ ἐκείνους τοὺς χρόνους βασιλεύοντα Ἐρεχθέα, γυναῖκα ἔχοντα Πραξιθέαν τὴν Κηφισοῦ θυγατέρα.
99
μεγάλου δὲ στρατοπέδου μέλλοντος αὐτοῖς εἰσβάλλειν εἰς τὴν χώραν, εἰς Δελφοὺς ἰὼν ἠρώτα τὸν θεὸν τί ποιῶν ἂν νίκην λάβοι παρὰ τῶν πολεμίων. χρήσαντος δʼ αὐτῷ τοῦ θεοῦ, τὴν θυγατέρα εἰ θύσειε πρὸ τοῦ συμβαλεῖν τὼ στρατοπέδω,τὼ στρατοπέδω Taylor: τῷ στρατοπέδῳ codd. κρατήσειν τῶν πολεμίων, ὁ δὲὁ δὲ Ald.: ὡς δὲ codd. τῷ θεῷ πειθόμενος τοῦτʼ ἔπραξε, καὶ τοὺς ἐπιστρατευομένους ἐκ τῆς χώρας ἐξέβαλε.