107
παιδεύονται πρὸς ἀνδρείαν· καὶ περὶ τοὺς ἄλλους ποιητὰς οὐδένα λόγον ἔχοντες περὶ τούτου οὕτω σφόδρα ἐσπουδάκασιν ὥστε νόμον ἔθεντο, ὅταν ἐν τοῖς ὅπλοις ἐξεστρατευμένοιἐξεστρατευμένοι Es: ἐκστρατευόμενοι codd. ὦσι,ὦσι A. G. Becker: εἰσί codd. καλεῖν ἐπὶ τὴν τοῦ βασιλέως σκηνὴν ἀκουσομένους τῶν Τυρταίου ποιημάτων ἅπαντας, νομίζοντες οὕτως ἂν αὐτοὺς μάλιστα πρὸ τῆς πατρίδος ἐθέλειν ἀποθνῄσκειν. χρήσιμον δʼ ἐστὶ καὶ τούτων ἀκοῦσαι τῶν ἐλεγείων, ἵνʼ ἐπίστησθε οἷα ποιοῦντες εὐδοκίμουν παρʼ ἐκείνοις. τεθνάμεναι γὰρ καλὸν ἐνὶ προμάχοισι πεσόντα ἄνδρʼ ἀγαθόν, περὶ ᾗ πατρίδι μαρνάμενον. τὴν δʼ αὐτοῦ προλιπόντα πόλιν καὶ πίονας ἀγροὺς πτωχεύειν πάντων ἔστʼ ἀνιηρότατον, πλαζόμενον σὺν μητρὶ φίλῃ καὶ πατρὶ γέροντι παισί τε σὺν μικροῖς κουριδίῃ τʼ ἀλόχῳ. ἐχθρὸς μὲν γὰρ τοῖσι μετέσσεται, οὕς κεν ἵκηται χρημοσύνῃχρημοσύνῃ Bergk: χρησμοσύνῃ codd. τʼ εἴκων καὶ στυγερῇ πενίῃ, αἰσχύνει δὲδὲ Hartung: τε codd. γένος, κατὰ δʼ ἀγλαὸν εἶδος ἐλέγχει, πᾶσα δʼ ἀτιμίη καὶ κακότης ἕπεται. εἰ δʼεἰ δʼ Francke: εἴθʼ codd. οὕτως ἀνδρός τοι ἀλωμένου οὐδεμίʼ ὤρη γίγνεται οὐδʼ αἰδώς, οὔτʼ ὀπίσω γένεος,γένεος Ahrens: τέλος codd.: εἰσοπίσω τελέθει Ald. θυμῷ γῆς περὶ τῆσδε μαχώμεθα, καὶ περὶ παίδων θνῄσκωμεν ψυχέωνψυχέων Ald.: ψυχάων codd. μηκέτι φειδόμενοι. ὦ νέοι, ἀλλὰ μάχεσθε παρʼ ἀλλήλοισι μένοντες, μηδὲ φυγῆς αἰσχρῆςαἰσχρῆς Sauppe: αἰσχρᾶς codd. ἄρχετε μηδὲ φόβου, ἀλλὰ μέγαν ποιεῖσθε καὶ ἄλκιμον ἐν φρεσὶ θυμόν, μηδὲ φιλοψυχεῖτʼ ἀνδράσι μαρνάμενοι· τοὺς δὲ παλαιοτέρους, ὧν οὐκέτι γούνατʼ ἐλαφρά, μὴ καταλείποντες φεύγετε, τοὺς γεραιούς. αἰσχρὸν γὰρ δὴ τοῦτο, μετὰ προμάχοισι πεσόντα κεῖσθαι πρόσθε νέων ἄνδρα παλαιότερον, ἤδη λευκὸν ἔχοντα κάρη πολιόν τε γένειον, θυμὸν ἀποπνείοντʼ ἄλκιμον ἐν κονίῃ, αἱματόεντʼ αἰδοῖα φίλαις ἐν χερσὶν ἔχοντα (αἰσχρὰ τά γʼ τά γʼ τάδʼ Baiter et Sauppe: τά τʼ G. Hermann. ὀφθαλμοῖς καὶ νεμεσητὸν ἰδεῖν) καὶ χρόα γυμνωθέντα. νέοισι δὲ πάντʼ ἐπέοικεν, ὄφρʼ ἐρατῆς ἥβης ἀγλαὸν ἄνθος ἔχῃ· ἀνδράσι μὲν θηητὸςθηητὸς Reiske: θνητοῖσιν codd. ἰδεῖν, ἐρατὸς δὲ γυναιξὶν ζωὸς ἐών, καλὸς δʼ ἐν προμάχοισι πεσών. ἀλλά τις εὖ διαβὰς μενέτω ποσὶν ἀμφοτέροισιν στηριχθεὶς ἐπὶ γῆς, χεῖλος ὀδοῦσι δακών. Tyrtaeus