116
καὶ τοσοῦτόν γʼ ἔσεσθεγ’ ἔσεσθε Gebauer: ἔσεσθέ γε codd. τῶν προγόνων χείρους ὅσον ἐκεῖνοι μὲν τοὺς λόγῳ μόνον τῷ προδότῃ βοηθήσαντας ταῖς ἐσχάταις τιμωρίαις μετῆλθον, ὑμεῖς δὲ αὐτὸν τὸν ἔργῳ καὶ οὐ λόγῳ τὸν δῆμον ἐγκαταλιπόντα ὡς οὐδὲν ἀδικοῦντα ἀφήσετε; μὴ δῆτα, ὦ ἄνδρες δικασταί, οὔτε γὰρ ὅσιονοὔτε γὰρ ὅσιον add. Petrie: οὔτε γὰρ ἔμφυτον ci. Blass. ὑμῖν οὔτε οὔτε οὕτω Ald. πάτριον, ἀναξίως ὑμῶν αὐτῶν ψηφίζεσθε. καὶ γὰρ εἰ μὲν ἕν τι τοιοῦτον γεγονὸς ἦν ψήφισμα, εἶχεν ἄν τις εἰπεῖν ὡς διʼ ὀργὴν μᾶλλον ἢ διʼ ἀλήθειαν ἐποιήσαντο· ὅταν δὲ παρὰ πάντων ὁμοίως εἰληφότες ὦσι τὴν αὐτὴν τιμωρίαν, πῶς οὐκ εὔδηλον ὅτι φύσει πᾶσι τοῖς τοιούτοις ἔργοις ἐπολέμουν;
117
ἵππαρχον γὰρ τὸν Χάρμου,Χάρμου Harpocration (s.v. Ἵππαρχος. Cf. Aristot. Const Ath. 22.4): Τιμάρχου codd. οὐχ ὑπομείναντα τὴν περὶ τῆς προδοσίας ἐν τῷ δήμῳ κρίσιν ἀλλʼ ἔρημον τὸν ἀγῶνα ἐάσαντα, θανάτῳ τοῦτον ζημιώσαντες, ἐπειδὴ τῆς ἀδικίας οὐκ ἔλαβον τὸ σῶμα ὅμηρον, τὴν εἰκόνα αὐτοῦ ἐξ ἀκροπόλεως καθελόντες καὶ συγχωνεύσαντες καὶ ποιήσαντες στήλην, ἐψηφίσαντο εἰς ταύτην ἀναγράφειν τοὺς ἀλιτηρίους καὶ τοὺς προδότας· καὶ αὐτὸς ὁ Ἵππαρχος ἐν ταύτῃ τῇ στήλῃ ἀναγέγραπται,
118
καὶ οἱ ἄλλοι δὲ προδόται. καί μοι λαβὲ πρῶτον μὲν τὸ ψήφισμα, καθʼ ὃ ἡ εἰκὼν τοῦ Ἱππάρχου τοῦ προδότου ἐξ ἀκροπόλεως καθῃρέθη, ἔπειτα τῆς στήλης τὸ ὑπόγραμμα καὶ τοὺς ὕστερον προσαναγραφένταςπροσαναγραφέντας Taylor: προαναγραφέντας codd. προδότας εἰς ταύτην τὴν στήλην, καὶ ἀναγίγνωσκε, γραμματεῦ.
119
Ψήφισμα καὶ Ὑπόγραμμα τῆς Στήλης
119
τί δοκοῦσιν ὑμῖν, ὦ ἄνδρες; ἆρά γʼ ὁμοίως ὑμῖν περὶ τῶν ἀδικούντων γιγνώσκειν, καὶ οὐκ, ἐπειδὴ καὶ τὸ σῶμα οὐκ ἐδύναντο ὑποχείριον τοῦ προδότουτοῦ προδότου del. Es. λαβεῖν, τὸ μνημεῖον τοῦ προδότου ἀνελόντες ταῖς ἐνδεχομέναις τιμωρίαις ἐκόλασαν; οὐχ ὅπως τὸν χαλκοῦν ἀνδριάντα συγχωνεύσειαν, ἀλλʼ ἵνα τοῖς ἐπιγιγνομένοις παράδειγμα εἰς τὸν λοιπὸν χρόνον ὡς εἶχον πρὸς τοὺς προδότας καταλίποιεν.