4
ἐὰν μὲν οὖν φαίνωμαι τοῖς ἐγκαλουμένοις ἔνοχος, καταψηφίσασθε, μὴ φείσησθε· οὐ παραιτοῦμαι· ἂν δʼ εὑρίσκωμαι τῶν ἐγκεκλημένων κεχωρισμένος τῷ δικαίῳ, τοῖς νόμοις, τῷ συμφέροντι, μὴ πρόησθέ με τῇ τῶν κατηγόρων ὠμότητι. εἰ δὲ πάντως ἀποθανὼν συμβαλοῦμαί τι πρὸς τὴν κοινὴν σωτηρίαν, ὡς οὗτοι λέγουσιν, ἑτοίμως ἔχω τελευτᾶν· κτήσασθαι γὰρ ἰδίῳ θανάτῳ δημοσίαν εὔνοιανεὔνοιαν]; εὐδαιμονίανSauppe. καλόν, ἐὰν ἡ χρεία τῆς πατρίδος, ἀλλὰ μὴ ὁ τούτων λόγος τὸ ζῆνζῆνSauppe: νῦνcodd. ἀφαιρήσηται.ἀφαιρήσηταιC: ἀφαιρήσεταιcett.: ἀφαιρῆταιBekker.
5
δότε δή μοι πρὸς θεῶν, ὦ ἄνδρες Ἀθηναῖοι, δότε διαλεχθῆναι ὡς προαιροῦμαι πρὸς ὑμᾶς περὶ τῶν δικαίων. δοκῶ μὲν γὰρ δύναμιν εἶναί μοι καὶ τοῖς ἄλλοις βοηθεῖν· ἐν δὲ τούτοις ἐμποδίζει μου τὸν λόγον ὁ φόβος. ἄλλως δʼ οὐ τὸν ἔλεγχον τοῦ πράγματος δέδοικα,δέδοικαom. codd. praeter C. ἀλλὰ τὴν τῶν ἀντιδίκων διαβολὴν μόνον, ἥτιςτὴν τῶν ἀντιδίκων διαβολὴν μόνον, ἥτιςC: τῇ τῶν ἀδίκων μόνον, ὃςcett.: τὸν τῶν ἀντιδίκων φθόνον, ὃςSauppe. οὐ κρίνει τοὺς ἀδικοῦντας, ἀλλὰ φύεται τοῖς δοκοῦσιδοκοῦσι]; εὖ δοκοῦσιBekker: δοκοῦσί τιSauppe. λέγειν ἢ πράττειν.
6
ἡ παρʼ ὑμῖν ἐλπὶς δὲ δικαία· οὐ μικρὰ γάργάρadd. Blass. ἐστι τῷ κινδυνεύοντι ῥοπὴ πρὸς σωτηρίαν ἡ τῶν ἀκουόντων βούλησις ταττομένη μετὰ τοῦ δικαίου. ἐὰν ταύτης κατατύχω,κατατύχωC: κατατυχώνcett. πάσας ἀπολύσομαι τὰς διαβολάς· ἄνευ δὲ ταύτης οὔθʼ ὁ λόγος οὔθʼ οἱ νόμοι οὔθʼ ἡ τῶν πραγμάτων ἀλήθεια σῶσαι δύνανταιδύνανταιX: δύναταιe: δύναιντ’ ἂνC. τὸν ἀδίκως κρινόμενον. οὐκ ἀγνοεῖτε δὲ ὅτι πολλοὶ πολλάκις ἤδη τῶν ἐγκαλούντων ἀπὸ μὲν τῆς κατηγορίας ἔδοξαν δίκαια λέγειν, παρατεθείσης δὲ τῆς ἀπολογίας εὑρέθησαν αὐτοὶ συκοφαντοῦντες· ὃ δὴ καὶ νῦν πέπεισμαι τούτοις παρακολουθήσειν ὑμῶν ἀκούειν προαιρουμένων μετʼ εὐνοίας.