Thesauros Literature Oratory Ὑπὲρ τῆς δωδεκαετίας

Ὑπὲρ τῆς δωδεκαετίας

Ὑπὲρ τῆς δωδεκαετίας Demades ca. 380-319 B.C
11 πάλιν τοίνυν ἧκε τῇ πόλει καιρὸς ἕτερος, ἵνα τοὺς μεταξὺ κινδύνους ἑκὼν ἐπιλάθωμαι· καὶ πάντες μὲν οἱ τὴν Ἑλλάδα κατοικοῦντες τὸν Ἀλέξανδρον ἐπὶ τὴν ἡγεμονίαν ἀνεβίβαζον, καὶ τοῖς ψηφίσμασιν ἀναπλάττοντες φρόνημα μεῖζον τοῦ δέοντος ἀνδρὶ νέῳ καὶ φιλοδόξῳ περιέθηκαν· λοιποὶ δʼ ἦμεν ἡμεῖς καὶ Λακεδαιμόνιοι, πρόβλημα τῆς σωτηρίας ἔχοντες, οὐ χρημάτων πλῆθος, οὐχ ὅπλων παρασκευάς, οὐχὶ πεζῶνοὐχὶ πεζῶν]; οὐχ ἱππέων καὶ πεζῶνBlass. σύνταξιν, ἀλλʼ ἐπιθυμίαν μεγάλην, δύναμιν δʼ ἀσθενῆ καὶ ταπεινήν.
12 ὧν μὲν γὰρὧν μὲν γὰρ]; τῶν Λακεδαιμονίωνe. ἐσύλησε τὴν ἰσχὺν ὁ περὶ Λεῦκτρα κίνδυνος, ὁ δὲ πρότερον ἀπείρατος ὢν πολεμίας σάλπιγγος Εὐρώτας Βοιωτοὺς ἐν τῇ Λακωνικῇ στρατοπεδεύοντας εἶδενεἶδενAld.: εἶχενcodd. et e. ἀπέκειρε γὰρ τὴν ἀκμὴν τῆς Σπάρτης ὁ Θηβαῖος, καὶ τοὺς ὅρους τῆς Λακωνικῆς τεθειμένους, τὴν ἀκμὴν τῶν νέων, συνέκλεισε ταῖς τέφραις. τὰς δʼ ἡμετέρας παρασκευὰς ἀνάλωσεν ὁ πόλεμος, καὶ τὴν ἐλπίδα τῶν ζώντων συνέτριψεν ἡ συμφορὰ τῶν ἀποθανόντων.
13 Θηβαῖοι δὲ μέγιστον εἶχον δεσμὸν τὴν τῶν Μακεδόνων φρουράν, ὑφʼ ἧς οὐ μόνον τὰς χεῖρας συνεδέθησαν, ἀλλὰ καὶ τὴν παρρησίαν ἀφῄρηντο· τῷ γὰρ Ἐπαμινώνδου σώματι συνέθαψε τὴν δύναμιν τῶν Θηβαίων ὁ καιρός. ἤκμαζον δὲ τοῖς σύμπασινσύμπασινBlass: σώμασινcodd. et e. οἱ Μακεδόνες, οὓς ἤδη ταῖς ἐλπίσιν ἐπὶ τὰ σκῆπτρα καὶ τοὺς ΠερσῶνΠερσῶνinterτὰetσκῆπτραtranstulit Blass.θησαυροὺς ἡ τύχη διεβίβαζεν.
14 ἐνταῦθʼ ὁμοίως Δημοσθένης μὲν ἐκύρωσε πόλεμον, καλὴν μὲν τοῖς ὀνόμασιν, οὐ σωτήριον δὲ τοῖς ἔργοις συμβουλίαν εἰσηγησάμενος τοῖς πολίταις· ὡς δὲ πλησίον ἔστη τῆς Ἀττικῆς ὁ πολέμιος,ὁ πολέμιοςadd. e.ἡ χώρα δὲ εἰς τὴν πόλιν κατεκλείετο, καὶ τὸ περιμάχητον καὶ θαυμαζόμενον ὑπὸ πάντων ἄστυ βοῶν καὶ προβάτων ὥσπερ ἔπαυλις καὶ τῶν βοσκημάτωνκαὶ τῶν βοσκημάτωνom. e. ἐπληροῦτο, βοηθείας δʼ οὐδαμόθεν ἦν ἐλπίς, ἔγραψα τὴν εἰρήνην.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme