Thesauros Literature Oratory Ὑπὲρ τῆς δωδεκαετίας

Ὑπὲρ τῆς δωδεκαετίας

Ὑπὲρ τῆς δωδεκαετίας Demades ca. 380-319 B.C
27 πολέμιον αἷμα καὶ Μακεδονικὸν πῦρ εἰς τὴν Ἀττικὴν ὑποδέχεσθαι ἦν οὐ καλόν, οὐδὲ σιωπᾶν καὶ καρτερεῖν ὁρῶντα καταδυομένην ὥσπερ ναῦν τὴν πόλιν.
28 ἀλλʼ οἱ δείλαιοι σύμβουλοι ἐξαγαγόντες εἰς τὴν Βοιωτίαν τὴν ἀκμὴν τῆς πόλεως εἰσήγαγον εἰς πολυάνδριον.
29 εἰρήνηνεἰρήνηνHaupt: εἰρῄνηςcod. δεῖ καὶ οὐ λόγον ἀντιτάττειν τῇ τῶν Μακεδόνων φάλαγγι· ἄπρακτος γὰρ ἡ σπουδὴ τοῦ λόγου τῶν ἐλάττονα τῆς βουλήσεως ἐχόντων τὴν δύναμιν.
30 πραύνεται γὰρ ὁ τῶν ἠδικημένων θυμός, ἐπειδὰν ὁ τὴν αἰτίαν ἔχων μὴ φιλονικῇ, κριτὴν δὲ ποιῇ τῆς εἰς αὑτὸν φιλανθρωπίας τὸν ἀδικούμενον.
31 τοὺς πρέσβεις εἰς φρέαρ κατέχωσαν, εὐγενῶς μὲν τοῖς θυμοῖς παραστάντες, οὐκ εὐσεβῶς δὲ τῇ τιμωρίᾳ χρησάμενοι.
32 ἐπόνει τοῖς κακοῖς ἡ Σπάρτη.
33 ὁ Δημοσθένης ὁ πικρὸς συκοφάντης διαστρέφων τὸ πρᾶγμα τῇ δεινότητι τῶν ῥημάτων διέβαλεν.
34 ἐγίνωσκον ἀκριβῶς τὸν μὲν τῶν πολιτευομένων βίον εὐκίνητον ὄντα, τὸ δὲ μέλλον ἀόρατον, ποικίλας δὲ τὰς τῆς τύχηςτύχηςHaupt: ψυχῆςcod. μεταβολάς, ἀκρίτους δὲ τοὺς τὴν Ἑλλάδα κατέχοντας καιρούς· ὃν οὖν καθʼ ἑτέρων ἤμελλον τίθεσθαι νόμον.
35 οὐκ ἐγὼ ταῦτα συνεβούλευον, ἀλλʼ ἡ πατρίς, ὁ καιρός, τὰ πράγματα διὰ τῆς ἐμῆς φωνῆς ἠξίου ταῦτα πράττειν· οὐ δίκαιον οὖν τὸν σύμβουλον καιρῶν εὐθύνας ὑπέχειν καὶ ὧν ἐν τῇ τύχῃ τὸ τέλος.
36 αὐτοχειρὶ σφαγεὶς τὸν βίον ἐξέλιπεν.
37 αἱ θυγατέρες Ἐρεχθέως τῷ καλῷ τῆς ἀρετῆς τὸ θῆλυ τῆς ψυχῆς ἐνίκησαν, καὶ τὸ τῆς φύσεως ἀσθενὲς ἔπανδρον ἐποίησεν ἡ πρὸς τὸ θρέψαν ἔδαφος φιλοστοργία.
38 πρεσβῦται φιλοψυχοῦσιν ἐπὶ δυσμαῖς τοῦ βίου.
39 πολεμίῳ πυρὶ τὴν Ἑλλάδα περιέλαμψεν.
40 λόγος κενῶς μὲν ἐξενεχθεὶς θήγει τὰ ξίφη, δεξιῶς δὲ τεθεὶς καὶ τὰς ἠκονημένας λόγχας ἀπαμβλύνει· οἰκονομία δʼ ἀνύει πλέον ἢ βία.
41 ἐπίστευσεν ὁ βάρβαρος τὸν λόγον, οὐ τὸν νοῦν ἠρεύνησεν· ἔκρινε γὰρ τοῖς ὠσὶ πρὸς ἡδονὴν τὴν ἐπαγγελίαν, οὐ πρὸς ἀλήθειαν. τὰ δʼ οὐκ ἦν λόγος, ἀλλʼ ἔργα εὐθέως ἠκολούθει.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme