Thesauros Literature Oratory ὑπὲρ τοῦ Ἐρατοσθένους φόνου ἀπολογία

ὑπὲρ τοῦ Ἐρατοσθένους φόνου ἀπολογία

ὑπὲρ τοῦ Ἐρατοσθένους φόνου ἀπολογία Lysias
40 καίτοι πρῶτον μέν, ὦ ἄνδρες, ἐνθυμήθητε· ὅτι ὅτι del. Reiske. εἰ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐγὼ ἐπεβούλευον Ἐρατοσθένει, πότερον ἦν μοι κρεῖττον αὐτῷ ἑτέρωθι δειπνεῖν ἢ τὸν συνδειπνήσοντά μοι εἰσαγαγεῖν; οὕτω γὰρ ἂν ἧττον ἐτόλμησεν ἐκεῖνος εἰσελθεῖν εἰς τὴν οἰκίαν. εἶτα δοκῶ ἂν ὑμῖν τὸν συνδειπνοῦντα ἀφεὶς μόνος καταλειφθῆναι καὶ ἔρημος γενέσθαι, ἢ κελεύειν ἐκεῖνον μεῖναι, μεῖναι Fuhr: μὲν εἶναι, μένειν MSS. ἵνα μετʼ ἐμοῦ τὸν μοιχὸν ἐτιμωρεῖτο;
41 ἔπειτα, ὦ ἄνδρες, οὐκ ἂν δοκῶ ὑμῖν τοῖς ἐπιτηδείοις μεθʼ ἡμέραν παραγγεῖλαι, καὶ κελεῦσαι αὐτοὺς συλλεγῆναι εἰς οἰκίαν του του add. Gernet et Bizor. τῶν φίλων ἐγγυτάτω, μᾶλλον ἢ ἐπειδὴ τάχιστα ᾐσθόμην τῆς νυκτὸς περιτρέχειν, οὐκ εἰδὼς ὅντινα οἴκοι καταλήψομαι καὶ ὅντινα ἔξω; καὶ ὡς Ἁρμόδιον μὲν καὶ τὸν δεῖνα ἦλθον οὐκ ἐπιδημοῦντας (οὐ γὰρ ᾔδη), ἑτέρους δὲ οὐκ ἔνδον ὄντας κατέλαβον, οὓς δʼ οἷός τε ἦ λαβὼν ἐβάδιζον.
42 καίτοιγε εἰ προῄδη, οὐκ ἂν δοκῶ ὑμῖν καὶ θεράποντας παρασκευάσασθαι καὶ τοῖς φίλοις παραγγεῖλαι, ἵνʼ ὡς ἀσφαλέστατα μὲν αὐτὸς εἰσῄα (τί γὰρ ᾔδη εἴ τι κἀκεῖνος εἶχε σιδήριον;), ὡς μετὰ πλείστων δὲ μαρτύρων τὴν τιμωρίαν ἐποιούμην; νῦν δʼ οὐδὲν εἰδὼς τῶν ἐσομένων ἐκείνῃ τῇ νυκτί, οὓς οἷός τε ἦ παρέλαβον. καί μοι ἀνάβητε τούτων μάρτυρες.
43 Μάρτυρες
43 τῶν μὲν μαρτύρων ἀκηκόατε, ὦ ἄνδρες· σκέψασθε δὲ παρʼ ὑμῖν αὐτοῖς οὕτως περὶ τούτου τοῦ πράγματος, ζητοῦντες εἴ τις ἐμοὶ καὶ Ἐρατοσθένει ἔχθρα πώποτε γεγένηται πλὴν ταύτης. οὐδεμίαν γὰρ εὑρήσετε.
44 οὔτε γὰρ συκοφαντῶν γραφάς με ἐγράψατο, οὔτε ἐκβάλλειν ἐκ τῆς πόλεως ἐπεχείρησεν, οὕτε ἰδίας δίκας ἐδικάζετο, οὔτε συνῄδει κακὸν οὐδὲν ὃ ἐγὼ δεδιὼς μή τις πύθηται ἐπεθύμουν αὐτὸν ἀπολέσαι, οὔτε εἰ ταῦτα διαπραξαίμην, διαπραξαίμην Lipsius: διεπραξάμην MSS. ἤλπιζόν ποθεν ποθεν Emperius: μὲν codd. plerique, om. duo χρήματα λήψεσθαι· ἔνιοι γὰρ τοιούτων πραγμάτων ἕνεκα θάνατον ἀλλήλοις ἐπιβουλεύουσι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme