Thesauros Literature Oratory ὑπὲρ τοῦ στρατιωτοῦ

ὑπὲρ τοῦ στρατιωτοῦ

ὑπὲρ τοῦ στρατιωτοῦ Lysias
7 οἵδε μὲν τάδε διεπράξαντο. οἱ δὲ ταμίαι οὐδὲν ὅμοιον τοῖσδε διανοηθέντες, ἀνακαλεσάμενοι δὲ τοὺς παραδόντας καὶ δὲ τοὺς παραδόντας καὶ Reiske: σὲ τοὺς παρόντας καὶ MSS. τὴν γραφήν, ἐσκοποῦντο τῆς αἰτίας τὴν πρόφασιν. ἀκούσαντες δὲ τὸ γεγενημένον, ἐννοούμενοι οἷα πεπονθὼς ἦν, τὸ μὲν πρῶτον ἔπειθον αὐτοὺς ἀφεῖναι, διδάσκοντες ὡς οὐκ ἐπιεικὲς εἴη τῶν πολιτῶν τινας διὰ τὰς ἔχθρας ἀναγράφεσθαι, ἀποροῦντες δὲ μεταπεῖσαι αὐτούς, τὸν παρʼ ὑμῶν κίνδυνον ὑποστάντες ἄκυρον τὴν ζημίαν ἔκριναν
8 ὅτι μὲν οὖν ἀφείθην ὑπὸ τῶν ταμιῶν, ἐπίστασθε· προσήκειν δὲ ἡγούμενος καὶ διὰ ταύτην τὴν ἀπόδειξιν ἀπηλλάχθαι τοῦ ἐγκλήματος, ἔτι πλείονας καὶ νόμους καὶ ἄλλας δικαιώσεις παρασχήσομαι. καὶ μοι λαβὲ τὸν νόμον.
9 Νόμος
9 τοῦ μὲν νόμου διαρρήδην ἀγορεύοντος τοὺς ἐν τῷ συνεδρίω λοιδοροῦντας ζημιοῦν ἀκηκόατε· ἐγὼ δʼ ὅτι μὲν οὐκ εἰσῆλθον εἰς τὸ ἀρχεῖον, μάρτυρας παρεσχόμην, ἀδίκως δὲ ζημιωθεὶς οὔτʼ ὀφείλω οὔτʼ ἐκτεῖσαι δίκαιός εἰμι.
10 εἰ γὰρ φανερός εἰμι μὴ ἐλθὼν εἰς τὸ συνέδριον, ὁ δὲ νόμος τοὺς ἐντὸς πλημμελοῦντας ἀγορεύει τὴν ζημίαν ὀφείλειν, ἠδικηκὼς μὲν οὐδὲν φαίνομαι, ἔχθρᾳ δὲ ἄνευ τούτου παραλόγως ζημιωθείς.
11 συνέγνωσαν δὲ καὶ αὐτοὶ σφίσιν ὡς ἠδικηκότες· οὔτε γὰρ εὐθύνας ὑπέσχον, οὔτε εἰς δικαστήριον εἰσελθόντες τὰ πραχθέντα ψήφῳ κύρια κατέστησαν. εἰ δʼ οὖν ἐζημίωσαν μὲν οἵδε προσηκόντως, ἐκύρωσαν δʼ ἐν ὑμῖν τὴν ἐπιβολήν, τῶν ταμιῶν ἀφέντων εἰκότως ἂν τοῦ ἐγκλήματος ἀπηλλαγμένος εἴην.ἀπηλλαγμένος εἴην Schott: ἀπηλλαγμένοι εἷεν.
12 εἰ μὲν γὰρ μὴμὴ add. Thalheim κύριοι ἦσαν πράξασθαι ἢ ἀφεῖναι, ἐννόμως ζημιωθεὶς εὐλόγως ἂν ὤφειλον· εἰ δʼ ἔξεστι μὲν αὐτοῖς ἀφεῖναι, διδόασι δὲ λόγουςλόγους Dobree: αὐτοῖς MSS. ὑπὲρ ὧν ἂν διαχειρίζωσιν, εἴ τι ἠδικήκασι, τῆς προσηκούσης ῥᾳδίως δίκης τεύξονται.
13 ᾧ μὲν τρόπῳ παρεδόθην καὶ ἐζημιώθην, ἐπίστασθε· δεῖ δʼ ὑμᾶς μὴ μόνον τοῦ ἐγκλήματος τὴν αἰτίαν ἀλλὰ καὶ τῆς ἔχθρας τὴν πρόφασιν εἰδέναι. Σωστράτῳ γὰρ φίλος ἐγενόμην πρότερον μὲν τῆς τούτων ἔχθρας, εἰδὼς δὲ περὶ τὴν πόλιν ἄξιον λόγου γεγενημένον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme