Thesauros Literature Oratory κατὰ Ἀγοράτου ἐνδείξεως

κατὰ Ἀγοράτου ἐνδείξεως

κατὰ Ἀγοράτου ἐνδείξεως Lysias
18 πείθουσι γὰρ Ἀγόρατον τουτονὶ μηνυτὴν κατὰ τῶν στρατηγῶν καὶ τῶν ταξιάρχων γενέσθαι, οὐ συνειδότα ἐκείνοις, ὦ ἄνδρες Ἀθηναῖοι, οὐδέν (οὐ γὰρ δήπου ἐκεῖνοι οὕτως ἀνόητοι ἦσαν καὶ ἄφιλοι, ὥστε περὶ τηλικούτων ἂν πραγμάτων πράττοντες Ἀγόρατον ὡς πιστὸν καὶ εὔνουν, δοῦλον καὶ ἐκ δούλων ὄντα, παρεκάλεσαν), ἀλλʼ ἐδόκει αὐτοῖς οὗτος ἐπιτήδειος εἶναι μηνυτής.
19 ἐβούλοντο οὖν ἄκοντα δοκεῖν αὐτὸν καὶ μὴ ἑκόντα μηνύειν, ὅπως πιστοτέρα ἡ μήνυσις φαίνοιτο.πιστοτέρα ἡ μήνυσις φαίνοιτο Francken: πιστότερα ὑμῖν ὑποφαίνοιτο MSS. ὡς δὲ ἑκὼν ἐμήνυσε, καὶ ὑμᾶς οἶμαι ἐκ τῶν πεπραγμένων αἰσθήσεσθαι. εἰσπέμπουσιεἰσπέμπουσι Dobree: ἐκπέμπουσι MSS. γὰρ εἰς τὴν βουλὴν τὴν πρὸ τῶν τριάκοντα βουλεύουσαντὴν .. βουλεύουσαν del. Sluiter Θεόκριτον τὸν τοῦ Ἐλαφοστίκτου καλούμενον· ὁ δὲ Θεόκριτος οὗτος ἑταῖρος ἦν τῷ Ἀγοράτῳ καὶ ἐπιτήδειος.
20 ἡ δὲ βουλὴ ἡ πρὸ τῶν τριάκοντα βουλεύουσα διέφθαρτο καὶ ὀλιγαρχίας ἐπεθύμει, ὡς ἴστε, μάλιστα. τεκμήριον δέ· οἱ γὰρ πολλοὶ οἱοἱ add. Scheibe ἐξ ἐκείνης τῆς βουλῆς τὴν ὑστέρανὑστέραν Taylor: ὑμετέραν MSS. βουλὴν τὴντὴν add. Markland ἐπὶ τῶν τριάκοντα ἐβούλευον. τοῦ δʼ ἕνεκα ταῦτα λέγω ὑμῖν; ἵνʼ εἰδῆτε, ὅτι τὰ ψηφίσματα τὰτὰ add. Bekker ἐξ ἐκείνης τῆς βουλῆς οὐκ ἐπʼοὐκ ἐπʼ Foertsch: οὐκέτι MSS. εὐνοίᾳ τῇ ὑμετέρᾳ ἀλλʼ ἐπὶ καταλύσει τοῦ δήμου τοῦ ὑμετέρου ἅπαντα ἐγένετο,ἐγένετο Markland: ἐλέγετο MSS. καὶ ὡς τοιούτοις οὖσιν αὐτοῖς τὸν νοῦν προσέχητε.
21 εἰσελθὼν δὲ εἰς ταύτην τὴν βουλὴν ἐν ἀπορρήτῳ Θεόκριτος μηνύει ὅτι συλλέγονταί τινες ἐναντιωσόμενοι τοῖς τότε καθισταμένοις πράγμασι. τὰ μὲν οὖν ὀνόματα οὐκ ἔφη αὐτῶν ἐρεῖν καθʼ ἕκαστον· ὅρκους τε γὰρ ὀμωμοκέναι τοὺς αὐτοὺς ἐκείνοις, καὶ εἶναι ἑτέρους οἳ ἐροῦσι τὰ ὀνόματα, αὐτὸς δὲ οὐκ ἄν ποτε ποιῆσαι ταῦτα.
22 καίτοι εἰ μὴ ἐκ παρασκευῆς ἐμηνύετο, πῶς οὐκ ἂν ἠνάγκασεν ἡ βουλὴ εἰπεῖν τὰ ὀνόματα Θεόκριτον καὶ μὴ ἀνώνυμον τὴν μήνυσιν ποιήσασθαι; νυνὶ δὲ τοῦτο τὸ ψήφισμα ψηφίζεται.ψηφίζεται Scheibe: ψηφίσετε, ψηφίσατο MSS.
23 Ψήφισμα

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme