55
περὶ μὲν οὖν αὐτῆς τῆς γραφῆς, καὶ ᾧ τρόπῳ κηδεσταὶ ἡμῖν ἐγένοντο, καὶ ὅτι οὐκ ἐξήρκει τὰ ἐκείνου εἰς τὸν ἔκπλουν, ἀλλὰ καὶ ὡς ἄλλοθεν προσεδανείσατο ἀκηκόατε καὶ μεμαρτύρηται ὑμῖν· περὶ δʼ ἐμαυτοῦ βραχέα βούλομαι ὑμῖν εἰπεῖν. ἐγὼ γὰρ ἔτη γεγονὼς ἤδη τριάκοντα οὔτε τῷ πατρὶ οὐδὲν πώποτε ἀντεῖπον, οὔτε τῶν πολιτῶν οὐδείς μοι ἐνεκάλεσεν, ἐγγύς τε οἰκῶν τῆς ἀγορᾶς οὔτε πρὸς δικαστηρίῳ οὔτε πρὸς βουλευτηρίῳ ὤφθην οὐδεπώποτε, πρὶν ταύτην τὴν συμφορὰν γενέσθαι. περὶ μὲν οὖν ἐμαυτοῦ τοσαῦτα λέγω,
56
περὶ δὲ τοῦ πατρός, ἐπειδὴ ὥσπερ ἀδικοῦντος αἱ κατηγορίαι γεγένηνται, συγγνώμην ἔχετε, ἐὰν λέγω ἃ ἀνήλωσεν εἰς τὴν πόλιν καὶ εἰς τοὺς φίλους· οὐ γὰρ φιλοτιμίας ἕνεκα ἀλλὰ τεκμήριον ποιούμενος ὅτι οὐ τοῦ αὐτοῦ ἐστιν ἀνδρὸς ἄνευ ἀνάγκης τε πολλὰ ἀναλίσκειν καὶ μετὰ κινδύνου τοῦ μεγίστου ἐπιθυμῆσαι ἔχειν τι τῶν κοινῶν.
57
εἰσὶ δέ τινες οἱ προαναλίσκοντες οὐ μόνου τούτου ἕνεκα ἀλλʼ ἵνα ἄρχειν ὑφʼ ὑμῶν ἀξιωθέντες διπλάσια κομίσωνται. ὁ τοίνυν ἐμὸς πατὴρ ἄρχειν μὲν οὐδεπώποτε ἐπεθύμησε, τὰς δὲ χορηγίας ἁπάσας κεχορήγηκε, τετριηράρχηκε δὲ ἑπτάκις, εἰσφορὰς δὲ πολλὰς καὶ μεγάλας εἰσενήνοχεν. ἵνα δὲ εἰδῆτε καὶ ὑμεῖς, καθʼ ἑκάστην ἀναγνώσεται.
58
Λειτουργίαι
58
ἀκούετε, ὦ ἄνδρες δικασταί, τὸ πλῆθος. πεντήκοντα γὰρ ἔτη ἐστὶν ὅσα ὁ πατὴρ καὶ τοῖςκαὶ τοῖς Sluiter: αὐτοῖς MSS. χρήμασι καὶ τῷ σώματι τῇ πόλει ἐλῃτούργει. ἐν οὖν τοσούτῳ χρόνῳ δοκοῦντά τι ἐξ ἀρχῆς ἔχειν οὐδεμίαν εἰκὸς δαπάνην πεφευγέναι. ὅμως δὲ καὶ μάρτυρας ὑμῖν παρέξομαι.
59
Μάρτυρες
59
τούτων συμπάντων κεφάλαιόν ἐστιν ἐννέα τάλαντα καὶ δισχίλιαι δραχμαί. ἔτι τοίνυν καὶ ἰδία τισὶ τῶν πολιτῶν ἀποροῦσι συνεξέδωκε θυγατέρας καὶ ἀδελφάς, τοὺς δʼ ἐλύσατο ἐκ τῶν πολεμίων, τοῖς δʼ εἰς ταφὴν παρεῖχεν ἀργύριον. καὶ ταῦτʼ ἐποίει ἡγούμενος εἶναι ἀνδρὸς ἀγαθοῦ ὠφελεῖν τοὺς φίλους, καὶ εἰ μηδεὶς μέλλοι εἴσεσθαι· νῦν δὲ πρέπον ἐστὶ καὶ ὑμᾶς ἀκοῦσαί μου. καί μοι κάλει τὸν καὶ τόν.
60
Μάρτυρες