24
τῶν μὲν μαρτύρων ἀκούετε, οὐ μόνον ὅτι ἔχρησαν τὸ ἀργύριονἀργύριον add. Reiske. ἐκείνου δεηθέντος, ἀλλὰ καὶ ὅτι ἀπειλήφασιν· ἐκομίσθη γὰρ αὐτοῖς ἐπὶ τῆς τριήρους.
24
ῥᾴδιον μὲν οὖν ἐκ τῶν εἰρημένων γνῶναι ὅτι τοιούτων καιρῶν συμπεσόντων οὐδενὸς ἂν ἐφείσατο τῶν ἑαυτοῦ·
25
ὃ δὲ μέγιστον τεκμήριον· δῆμος γὰρ ὁ Πυριλάμπους, τριηραρχῶν εἰς Κύπρον, ἐδεήθη μου προσελθεῖν αὐτῷ, λέγων ὅτι ἔλαβε μὲνμὲν add. Sauppe. σύμβολον παρὰ βασιλέως τοῦ μεγάλου φιάλην χρυσῆν, δώσει δʼ Ἀριστοφάνει, λαβὼνδώσει δ’ Ἀριστοφάνει λαβὼν Sauppe: ὡς Ἀριστοφάνην λαβεῖν. ἑκκαίδεκα μνᾶς ἐπʼ αὐτῇ, ἵνʼ ἔχοι ἀναλίσκειν εἰς τὴν τριηραρχίαν· ἐπειδὴ δὲ εἰς Κύπρον ἀφίκοιτο, λύσεσθαι ἀποδοὺς εἴκοσι μνᾶς· πολλῶν γὰρ ἀγαθῶν καὶ ἄλλων χρημάτων εὐπορήσειν διὰ τὸ σύμβολον ἐν πάσῃ τῇ ἠπείρῳ.
26
Ἀριστοφάνης τοίνυν ἀκούων μὲν ταῦτα Δήμου, δεομένου δʼ ἐμοῦ, μέλλων δʼ ἄξειν τὸτὸ add. Sauppe. χρυσίον, τέτταρας δὲ μνᾶς τόκον λήψεσθαι, οὐκ ἔφη εἶναι, ἀλλʼ ὤμνυε καὶ προσδεδανεῖσθαι τοῖς ξένοις ἄλλοθεν, ἐπειδὴ ἥδιστʼ ἂνἂν add. Markland. ἀνθρώπων ἄγειν τε εὐθὺς ἐκεῖνο τὸ σύμβολον καὶ χαρίσασθαι ἡμῖν ἃ ἐδεόμεθα.
27
Μάρτυρες ὡς δὲ ταῦτʼ ἐστὶν ἀληθῆ, μάρτυρας ὑμῖν παρέξομαι.
27
ὅτι μὲν τοίνυν οὐ κατέλιπεν Ἀριστοφάνης ἀργύριον οὐδὲ χρυσίον, ῥᾴδιον γνῶναι ἐκ τῶν εἰρημένων καὶ μεμαρτυρημένων· χαλκώματα δὲ σύμμεικτα οὐ πολλὰ ἐκέκτητο, ἀλλὰ καὶ ὅθʼ εἱστία τοὺς παρʼ Εὐαγόρου πρεσβεύοντας, αἰτησάμενος ἐχρήσατο. ἃ δὲ κατέλιπεν, ἀναγνώσεται ὑμῖν.
28
Ἀπογραφὴ Χαλκωμάτωνχαλκωμάτων Reiske: χρημάτων cod. Laur. C: in Pal. titulus deest.
28
ἴσως ἐνίοις ὑμῶν, ὦ ἄνδρες δικασταί, δοκεῖ ὀλίγα εἶναι· ἀλλʼ ἐκεῖνο ἐνθυμεῖσθε, ὅτι αὐτῷαὐτῷ add. Fuhr. πρὶν Νικοφήμῳ ἢ καὶ Ἀριστοφάνειπρὶν Ἀριστοφάνει del. Sluiter. πρὶν τὴν ναυμαχίαν νικῆσαι ΚόνωναΚόνωνα add. Bekker. γῆ μὲν οὐκ ἦν ἀλλʼ ἢ χωρίδιον μικρὸν Ῥαμνοῦντι. ἐγένετο δʼ ἡἡ add. Reiske. ναυμαχία ἐπʼ ΕὐβουλίδουΕὐβουλίδου Meursius: εὐβούλου MSS. ἄρχοντος.