Thesauros Literature Oratory ὑπὲρ τῶν Ἀριστοφάνους χρημάτων, πρὸς τὸ δημόσιον

ὑπὲρ τῶν Ἀριστοφάνους χρημάτων, πρὸς τὸ δημόσιον

ὑπὲρ τῶν Ἀριστοφάνους χρημάτων, πρὸς τὸ δημόσιον Lysias
29 ἐν οὖν τέτταρσιν ἢ πέντε ἔτεσι, πρότερον μὴ ὑπαρχούσης οὐσίας, χαλεπόν, ὦ ἄνδρες δικασταί, τραγῳδοῖς τε δὶς χορηγῆσαι,δὶς χορ. Reiske: διαχορ. MSS. ὑπὲρ τε καὶ τοῦ πατρός, καὶ τρία ἔτη συνεχῶς τριηραρχῆσαι, εἰσφοράς τε πολλάς εἰσενηνοχέναι, οἰκίαν τε πεντήκοντα μνῶν πρίασθαι, γῆς τε πλέον ἢ τριακόσια πλέθρα κτήσασθαι· ἔτι δὲ πρὸς τούτοις οἴεσθεοἴεσθε Reiske: οἴεσθαι MSS. χρῆναι ἔπιπλα πολλὰ καταλελοιπέναι;
30 ἀλλʼ οὐδʼ οἱ πάλαι πλούσιοι δοκοῦντες εἶναι ἄξια λόγου ἔχοιεν ἂν ἐξενεγκεῖν· ἐνίοτε γὰρ οὐκ ἔστιν, οὐδʼ ἐάν τις πάνυ ἐπιθυμῇ, πρίασθαι τοιαῦτα ἃἃ add. Taylor. κτησαμένῳ εἰς τὸν λοιπὸν χρόνον ἡδονὴν ἂν παρέχοι.
31 ἀλλὰ τόδε σκοπεῖτε· τῶν ἄλλων, ὅσων ἐδημεύσατε τὰτὰ add. Sauppe. χρήματα, οὐχ ὅπως σκεύη ἀπέδοσθε, ἀλλὰ καὶ αἱ θύραι ἀπὸ τῶν οἰκημάτων ἀφηρπάσθησαν· ἡμεῖς δὲ ἤδη δεδημευμένων καὶ ἐξεληλυθυίας τῆς ἐμῆς ἀδελφῆς φύλακα κατεστήσαμεν ἐνἐν add. Emperius. τῇ ἐρήμῃἐρήμῃ P. Mueller: ἐμῆ MSS. οἰκίᾳ, ἵνα μήτε θυρώματα μήτε ἀγγεῖα μήτε ἄλλο μηδὲν ἀπόλοιτο. ἔπιπλα δὲ ἀπεφαίνετοἀπεφαίνετο Pertz: ἀπεφαίνοντο MSS. πλεῖν ἢ χιλίων δραχμῶν,
32 ὅσα οὐδενὸς πώποτʼ ἐλάβετε. πρὸς δὲ τούτοις καὶ πρότερον πρὸς τοὺς συνδίκους καὶ νῦν ἐθέλομεν πίστιν δοῦναι, ἥτις ἐστὶ μεγίστη τοῖς ἀνθρώποις, μηδὲνμηδὲν Westermann: μὴ MSS. ἔχειν τῶν Ἀριστοφάνους χρημάτων, ἐνοφείλεσθαιἐνοφείλεσθαι Bekker: ὀφείλεσθαι MSS. δὲ τὴν προῖκα τῆς ἀδελφῆς καὶ ἑπτὰ μνᾶς ἃς ᾤχετο λαβὼν παρὰ τοῦ πατρὸς τοῦ ἐμοῦ.
33 πῶς ἂν οὖν εἶεν ἄνθρωποι ἀθλιώτεροι, ἢ εἰ τὰ σφέτερʼ αὐτῶν ἀπολωλεκότες δοκοῖεν τἀκείνων ἔχειν; ὅ δὲ πάντων δεινότατον, τὴν ἀδελφὴν ὑποδέξασθαι παιδία ἔχουσαν πολλά, καὶ ταῦτα τρέφειν, μηδʼ αὐτοὺς ἔχοντας μηδέν, ἐὰν ὑμεῖς τὰ ὄντʼ ἀφέλησθε.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme