Thesauros Literature Oratory ὑπὲρ τῶν Ἀριστοφάνους χρημάτων, πρὸς τὸ δημόσιον

ὑπὲρ τῶν Ἀριστοφάνους χρημάτων, πρὸς τὸ δημόσιον

ὑπὲρ τῶν Ἀριστοφάνους χρημάτων, πρὸς τὸ δημόσιον Lysias
34 φέρε πρὸς θεῶν Ὀλυμπίων· οὕτω γὰρ σκοπεῖτε, ὦ ἄνδρεςἄνδρες add. Fuhr. δικασταί. εἴ τις ὑμῶν ἔτυχε δοὺς Τιμοθέῳ τῷ Κόνωνος τὴν θυγατέρα ἢ τὴν ἀδελφήν, καὶ ἐκείνου ἀποδημήσαντος καὶ ἐν διαβολῇ γενομένου ἐδημεύθη ἡ οὐσία, καὶ μὴ ἐγένετο τῇ πόλει πραθέντων ἁπάντων τέτταρα τάλαντα ἀργυρίου, διὰ τοῦτο ἠξιοῦτε ἂν τοὺς ἐκείνου καὶ τοὺς προσήκοντας ἀπολέσθαι, ὅτι οὐδὲ πολλοστὸν μέρος τῆς δόξης τῆς παρʼ ὑμῖν ἐφάνη τὰ χρήματα;
35 ἀλλὰ μὴν τοῦτο πάντες ἐπίστασθε Κόνωνα μὲν ἄρχοντα, Νικόφημον δὲ ποιοῦντα ὅ τι ἐκεῖνος προστάττοι. τῶν οὖν ὠφελειῶν Κόνωνα εἰκὸς πολλοστὸν μέρος ἄλλῳ τινὶ μεταδιδόναι, ὥστʼ εἰ οἴονται πολλὰ γενέσθαι Νικοφήμῳ, ὁμολογήσειαν ἂνἂν add. Emperius. τὰ Κόνωνος εἶναι πλεῖν ἢ δεκαπλάσια.
36 ἔτι δὲ φαίνονται οὐδὲν πώποτε διενεχθέντες, ὥστʼ εἰκὸς καὶ περὶ τῶν χρημάτων ταὐτὰ γνῶναι, ἱκανὰ μὲν ἐνθάδε τῷ ὑεῖ ἑκάτερον καταλιπεῖν, τὰ δὲ ἄλλα παρʼ αὑτοῖς ἔχειν· ἦν γὰρ Κόνωνι μὲν ὑὸς ἐν Κύπρῳ καὶ γυνή, Νικοφήμῳ δὲ γυνὴ καὶ θυγάτηρ, ἡγοῦντο δὲ καὶ τὰ ἐκεῖ ὁμοίωςὁμοίως Reiske: ὅμως MSS. σφίσιν εἶναι σᾶσᾶ Cobet: ἴσα MSS. ὥσπερ καὶ τὰ ἐνθάδε.
37 πρὸς δὲ τούτοις ἐνθυμεῖσθε ὅτι καὶ εἴ τις μὴ κτησάμενος ἀλλὰ παρὰ τοῦ πατρὸς παραλαβὼν τοῖς παισὶ διένειμεν, οὐκ ἐλάχιστα ἂν αὑτῷ ὑπέλιπε· βούλονται γὰρ πάντες ὑπὸ τῶν παίδων θεραπεύεσθαι ἔχοντες χρήματα μᾶλλον ἢ ἐκείνων δεῖσθαι ἀποροῦντες.
38 νῦν τοίνυν εἰ δημεύσαιτεδημεύσαιτε Reiske: δημεύσετε MSS. τὰ τοῦ Τιμοθέου, —— ὃ μὴ γένοιτο, εἰ μή τι μέλλει μέγα ἀγαθὸν ἔσεσθαι τῇ πόλει, —— ἐλάττω δὲ ἐξ αὐτῶν λάβοιτʼ ἢ ἃλάβοιτ’ ἢ ἃ Fuhr: λάβοι τὴν, λάβοιτε ὡς καὶ MSS. ἐκ τῶν Ἀριστοφάνους γεγένηται, τούτου ἕνεκα ἠξιοῦτε ἂν τοὺς ἀναγκαίους τοὺς ἐκείνου τὰ σφέτερʼ αὐτῶν ἀπολέσαι; ἀλλʼ οὐκ εἰκός, ὦ ἄνδρες δικασταί· ὁ γὰρ Κόνωνος θάνατος καὶ αἱ διαθῆκαι,
39 ἃς διέθετο ἐν Κύπρῳ, σαφῶς ἐδήλωσαν ὅτι πολλοστὸν μέρος ἦν τὰ χρήματα ὧν ὑμεῖς προσεδοκᾶτε· τῇ μὲν γὰρ ἈθηναίᾳἈθηναίᾳ Fuhr: Ἀθηνᾷ MSS. καθιέρωσεν εἰς ἀναθήματα καὶ τῷ Ἀπόλλωνι εἰς Δελφοὺς πεντακισχιλίους στατῆρας· τῷ δὲ ἀδελφιδῷ τῷ ἑαυτοῦ,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme