27
οὗτος δὲ ἀπέδειξε δυοῖν δεούσας πεντήκοντα μνᾶς ἀνηλωκέναι, ὥστε τούτοις λελογίσθαι ὅσονπερ ὅλον τὸ ἀνάλωμα αὐτῷ γεγένηται. καίτοι τί αὐτὸν οἴεσθε πεποιηκέναι περὶ ὧν οὐδεὶς αὐτῷ σύνοιδεν ἀλλʼ αὐτὸς μόνος διεχείριζεν, ὃς ἃ διʼ ἑτέρων ἐπράχθη καὶ οὐ χαλεπὸν ἦν περὶ τούτων πυθέσθαι, ἐτόλμησε ψευσάμενος τέτταρσι καὶ εἴκοσι μναῖς τοὺς αὑτοῦ θυγατριδοῦς ζημιῶσαι; καί μοι ἀνάβητε τούτων μάρτυρες.
28
Μάρτυρες
28
τῶν μὲν μαρτύρων ἀκηκόατε, ὦ ἄνδρεςἄνδρες add. Herwerden. δικασταί· ἐγὼ δʼ ὅσα τελευτῶν ὡμολόγησεν ἔχειν αὐτὸς χρήματα, ἑπτὰ τάλαντα καὶ τετταράκοντα μνᾶς, ἐκ τούτων αὐτῷ λογιοῦμαι, πρόσοδον μὲν οὐδεμίαν ἀποφαίνων, ἀπὸ δὲ τῶν ὑπαρχόντων ἀναλίσκων, καὶ θήσω ὅσον οὐδεὶς πώποτʼ ἐν τῇ πόλει, εἰς δύο παῖδας καὶ ἀδελφὴν καὶ παιδαγωγὸν καὶ θεράπαιναν χιλίας δραχμὰς ἑκάστου ἐνιαυτοῦ,
29
μικρῷ ἔλαττον ἢ τρεῖς δραχμὰς τῆς ἡμέρας· ἐν ὀκτὼ αὗται ἔτεσι γίγνονται ὀκτακισχίλιαι δραχμαί, καὶ ἀποδείκνυται ἓξ τάλαντα περιόντα τῶν ἑπτὰ ταλάντωντῶν ἑπτὰ ταλάντων del. Markland. καὶ εἴκοσι μναῖ. οὐ γὰρ ἂν δύναιτο ἀποδεῖξαι οὔθʼ ὑπὸ λῃστῶν ἀπολωλεκὼς οὔτε ζημίαν εἰληφὼς οὔτε χρήσταις ἀποδεδωκώς.