Thesauros Literature Oratory Ἰσθμικὸς εἰς Ποσειδῶνα

Ἰσθμικὸς εἰς Ποσειδῶνα

Ἰσθμικὸς εἰς Ποσειδῶνα Aristides, Aelius
27 μέγιστον τὴν τοῦ ἀθανάτου μοῖραν, καὶ φῦναι εὐθὺς οὕτως ἔχοντα. ἦν οὖν Λευκοθέα θεὸς εὐθὺς ἀπʼ ἀρχῆς, καὶ οὐχ αἱ συμφοραὶ εἰς τοῦτό γε ἤγαγον αὐτὴν, ἀλλὰ τὸ εἶναι τοιαύτην εὐθὺς ἀπὸ γενεᾶς μηδὲ ἐν συμφορᾷ τινι τὸ παράπαν γενέσθαι παρεσκεύασεν αὐτήν. —οὐδʼ ἂν ἦν μετὰ θεῶν θεὸς οὖσα, οὐδʼ ἂν ἔσχεν ἰσχὺν τοσαύτην ὅσην ἀκούομεν. νυνὶ δὲ ἐπειδὴ δεῖ πείθεσθαι τῷ Ὁμήρου λόγῳ, κινδυνεύει τὸ κατʼ αὐτὴν μοναρχία τις εἶναι τῆς ἀρχῆς τῆς κατὰ θάλατταν, καὶ οὐδὲ τῷ Ποσειδῶνι αὐτῷ ἐξεῖναι οὐδὲν μὴ συνεθελούσης ταύτης. εἰρήσθω γὰρ οὖν, εἴ γε οὐδὲ τὸν φονέα τοῦ παιδὸς παρῆν αὐτῷ τιμωρήσασθαι, ἔχοντα καὶ ταῦτα ἐν ταῖς χερσὶν ὡς ἂν εἴποι τις, ἀλλὰ τηνάλλως ῥοιβδεῖν, καὶ μηδὲν εἶναι τὸ κυκᾶν πάντα χρήματα μηδʼ ὅσα ἐποίει τὴν τρίαιναν ἡρπακὼς πρὸς τὸ τῆς θεοῦ ταύτης πρόβλημα, εἴτʼ οὖν κρήδεμνον τῷ ποιητικῷ λόγῳ εἴτε καὶ ἄλλως πως χρὴ φάναι, τὸ δʼ ἦν σωτηρία καὶ ἀσφάλεια ἐν μέσοις τοῖς δεινοῖς, δῆλον ὡς οὐ πρὸς βίαν τούτων γιγνομένων οὐδὲ ἀκουσίως τοῦ θεοῦ, ἀλλʼ ὑφιεμένου τοῦ Ποσειδῶνος πρὸς ἅπαντα αὐτῇ καὶ ἐφιέντος ποιεῖν ὅ τι βούλοιτο. καὶ καλῶς γε ἐποίησεν ὁ λόγος εἰς τοῦτο ἐλθὼν, ἄλλως τε καὶ ὅτι καλόν τι ἡμῖν ἐξ αὐτοῦ ἀνεφάνη φιλόσοφός τις οὖσα ἡμῖν ἡ Λευκοθέα, οὐ φιλοικτίρμων μόνον καὶ φιλοῦσα τοὺς Ἕλληνας· ἥ γε καὶ τὸν Ὀδυσσέα ἔσωζεν ἄρα τὸν σοφώτατον τῶν Ἑλλήνων καὶ ἄριστον, ὡς καὶ ἄλλον τινὰ, καὶ πάντας ὁπόσοις σοφίας ἔρως ἦν, καὶ ἐπηταὶ βούλονται εἶναι καὶ ἀγχίνοι καὶ ἐχέφρονες, τὰ καὶ κατὰ τοῦ Ὀδυσσέως λεγόμενα. ταῦτα μὲν δὴ περὶ αὐτῆς, φίλα καὶ αὐτῷ τῷ Ποσειδῶνι, ὡς οἴομαι. Παλαίμονα δὲ καὶ εἰπεῖν καλὸν καὶ τοὔνομα αὐτοῦ ὀνομάσαι, καὶ ὅρκον ποιήσασθαι, καὶ τῆς τελετῆς ἐπʼ αὐτῷ καὶ τοῦ ὀργιασμοῦ μετασχεῖν, τοσοῦτός τις ἵμερος πρόσεστι τῷ παιδὶ καὶ ἰδεῖν γε καὶ ἐν γράμματι, ὅπου μὲν ἐπὶ δελφῖνος φερόμενον, ὅπου δὲ καὶ ἐπʼ αὐτῶν τῶν νώτων τῆς θαλάττης, ὅπου δὲ καὶ ἐν ταῖς χερσὶ τῆς

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme