Thesauros Literature Oratory Διόνυσος

Διόνυσος

Διόνυσος Aristides, Aelius
31 ἡμέραν αὐτὸς δᾳδοῦχός τε καὶ ἡγεμὼν τῆς ὄψεως γιγνόμενος, τὴν δὲ νύκτα ἑτέροις παριείς· ἀργῶν δʼ ὅμως οὐδʼ οὕτως, ἀεὶ δʼ ἐν φορᾷ καὶ κινήσει τὸν αἰῶνα διεξέρχεται. πρεσβύτατος δὲ ὢν θεῶν αὐτὸς καὶ νεώτατός ἐστι, τῆς δʼ ἀεὶ παρούσης ὥρας καὶ μοίρας φίλος. καί μοι χαίρειν ἤδη τὸν Ἴακχόν τε καὶ τὰ πολλὰ δὴ ταῦτα κεκλημένον. πλήρης γὰρ ὡς τὰ νῦν ἡ φιλοτησία.
← Previous 4 / 4

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme