Thesauros Literature Oratory Παναθηναϊκός

Παναθηναϊκός

Παναθηναϊκός Aristides, Aelius
95 ἣν δὲ ἁπασῶν ἐπικαιροτάτην ἀρχὴν ὑπολαμβάνω καὶ πρὸς ἣν ἥκιστʼ ἂν ἁμαρτεῖν, ἅπαντα καθιστάμενος τὸν λόγον, ταύτην καὶ δὴ ποιήσομαι· εἰ δʼ ὀρθῶς, ἢ μὴ, πάρεστι κοινωνεῖν τῆς γνώμης. οἶμαι δʼ, ἂν ὡς ὑπὲρ οἰκείας καὶ μετέχων τῶν ἀγαθῶν ἔστιν οὗ φαίνωμαι τῷ λόγῳ χρώμενος, οὐδʼ ὑμῖν ἂν φέρειν αἰσχύνην. ἡ γὰρ τῆς χώρας ἡμῖν φύσις τῇ φύσει τῶν ἀνδρῶν συμβαίνουσα φανήσεται καὶ οὔθʼ ἡ γῆ πρέπουσα ἑτέρων εἶναι, οὔκουν οὐδὲ ἐγένετο, οὔθʼ οἱ ἄνδρες ἄλλης ἀντὶ ταύτης ἄξιοι, οὔκουν οὐδὲ ἠλλάξαντο, ἀλλʼ ἔμειναν ἐφʼ ἧς εἶχον· ἄμφω δὲ ταῦτα ὄψει καὶ μνήμῃ κρίνεται. οἵ τε γὰρ οἰκήσαντες ἀεὶ τὴν χώραν ἐναργῆ καὶ θαυμαστὰ τῆς αὑτῶν ἐπιεικείας σημεῖα ἐξήνεγκαν ἐν παντὶ τῷ παρασχόντι, τὰ μὲν ἣν οὑτωσί τις ἂν εἴποι φιλανθρωπίαν ἐπιδεικνύμενοι τῇ τῶν τρόπων πραότητι καὶ ταῖς ὁμιλίαις, οὐδέσιν ἄλλοις ὁμοίως ἡμέροις εἶναι δοκεῖν λιπόντες, τὰ δʼ ἐν ταῖς χρείαις καὶ τοῖς κινδύνοις ἐν προβόλου μοίρᾳ τοῖς Ἕλλησι τεταγμένοι. καὶ τὸ τῆς χώρας αὖ σχῆμα τοιοῦτον ἐκ γῆς καὶ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme