Thesauros Literature Oratory Παναθηναϊκός

Παναθηναϊκός

Παναθηναϊκός Aristides, Aelius
147 οἱ δʼ ὥσπερ ἐκ ναυαγίας ἄοπλοι καὶ ἀσύντακτοι νύκτα ἡμέρας τιμιωτέραν ἄγοντες, ἐκ πολλῶν ὀλίγοι καὶ πολλοὶ κατʼ ὀλίγους ἐξεχώρησαν, πολλὰ τῆς ὑπερηφάνου στρατιᾶς καὶ τῶν Ἀθηναίων μεμνημένοι. τούτων δʼ οὕτω καταστάντων οἱ μὲν ἄλλοι πάντες Ἕλληνες ἀσμένως ἀναπεπνεύκεσαν, οὐχ ὅσον ἂν καὶ προσεδόκησαν διαπεφευγότες χειμῶνα, καὶ τὴν πόλιν ἐστεφάνουν, ἐθαύμαζον, πᾶν ὅ τι εἴποιεν αὐτὴν μικρὸν ἡγοῦντο. οὕτω πολλοῦ τινος αὐτοῖς ἔδει ποιῆσαι ὅ τί γε δοκεῖν ἔχειν ἄξιον αὐτῆς· ἡ δὲ ἐνταῦθα δὴ καὶ μάλιστα τὴν περιουσίαν τῆς ἀρετῆς ἐπεδείξατο. τοσοῦτον γὰρ ἐπεξῆλθεν ἐν τοῖς πράγμασιν ὥστʼ ἔτι μᾶλλον ἔξω δεῖξαι τοῖς βαρβάροις τίνες ἦσαν οἱ καὶ τὰ ἐν τῇ Ἑλλάδι ταῦτα δράσαντες αὐτοὺς καὶ τίνας φεύγειν κρίναντες ἀγαπητὸν ἀπῆλθον.
147 ὁρῶ μὲν οὖν καὶ τὸν λόγον ἐκτεινόμενον καὶ ἐπὶ τοιούτοις τοῖς προειρημένοις οὐ ῥᾴδιον ὂν πρὸς ἡδονὴν οὔτε αὐτὸν ἔτι εἰπεῖν οὔτε τυχεῖν ἀκουόντων, ὥσπερ μετʼ ἀγωνιστὴν εὐδοκιμηκότα εἰσιόντα ἕτερον. οὐ μὴν ψυχαγωγίας χάριν μᾶλλον ὑπέστην τοὺς λόγους ἢ τοῦ δεῖξαι μετʼ ἀληθείας τὴν τῆς πόλεως ἀξίαν· ὥστʼ ἀδικήσω καθυφεὶς μᾶλλον ἢ διοχλήσω λέγων. ἔπειτα ἐνθυμητέον καὶ ἀπʼ αὐτοῦ τοῦ συμβόλου τῶν λόγων ὅτι οὐδὲ τὴν τῶν Παναθηναίων αὐτῶν ἑορτὴν ἡμῖν ἡμέρας μιᾶς ἀνάγκη μετρεῖν, ἀλλʼ, εἴ γε καὶ τοῦτο δεῖ προσθεῖναι, καὶ τὸ πλῆθος τῶν ἡμερῶν κόσμου χάριν καὶ σεμνότητος ἀνεῖται· ὥστε οὐδὲ τὸ τῶν λόγων πλῆθος ἄκαιρον ἐν τοιούτῳ τῶν ἔργων καιρῷ. σύνισμεν δὲ δή που καὶ τὸν ἀγῶνα τὸν γυμνικὸν καὶ ἔτι μᾶλλον τὸν τῆς μουσικῆς οὐκ εἰσάπαξ ὁριζόμενον, ἀλλʼ ἐφʼ ἑκάστῃ τελευτῶντα ὡς εἰπεῖν τῇ ἡμέρᾳ καὶ πάλιν ἐξ ἀρχῆς καθιστάμενον, καὶ οὐδὲ τοῖς εἴδεσι τῶν θεαμάτων ἐκπληρούμενον αὐθημερόν. ὥσθʼ ὅσα καὶ τὸν νῦν καιρὸν ἐκφεύγει τὸν ὅλον γε δή που τῆς πανηγύρεως οὐ παρελήλυθεν. ἢ κομιδῆ γʼ ἂν εἴη τῶν ἀτόπων,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme