Thesauros Literature Oratory Παναθηναϊκός

Παναθηναϊκός

Παναθηναϊκός Aristides, Aelius
162 εἰρήνης ἐπʼ ἐκείνων τῶν χρόνων ἐνενόησεν, οἱ δʼ ἀπὸ τοσούτων καὶ τηλικούτων πλεονεκτημάτων ὁρμώμενοι πληγέντες κατέφυγον εὐθὺς ἐπὶ τὴν εἰρήνην. ἀεὶ μὲν οὖν ἔγωγʼ ἐμεμψάμην τοῖς ἐπιτιμῶσι τῇ τῶν Λακεδαιμονίων πόλει καὶ τοῦθʼ ὑπὲρ τῆς ὑμετέρας ἀξιοῦσι ποιεῖν· ἐκείνοις μὲν γὰρ ἀπεχθάνονται, ὑμᾶς δʼ οὐ κοσμοῦσιν, ὡς οἴονται. ἀλλʼ, εἴ γέ τι δεῖ καὶ παράδοξον εἰπεῖν, τοὐναντίον μοι δοκοῦσι δρᾶν ἢ βούλονται· μᾶλλον γὰρ ἐκείνους αἴρουσιν ἢ τὴν πόλιν ἐγκωμιάζουσι καὶ πλείω χάριν ἂν παρʼ ἐκείνων αὐτοῖς οἶμαι τῆς βλασφημίας ἢ τῶν εὐφημιῶν εἶναι παρʼ ὑμῶν. οἱ μὲν γὰρ οὐχ ὅτι δεύτεροι τῆς πόλεως ἀκούουσι, τοῦτο ζημιοῦνται, ἀλλʼ ὅτι πρὸς τὴν πόλιν κρίνονται, τοῦτο κερδαίνουσιν· ὑμᾶς δʼ οὐχ ὅτι κρείττους ἀποφαίνουσι σεμνύνουσιν, ἀλλʼ αὐτῷ τῷ παρεξετάζειν ἐοίκασιν οὐ γιγνώσκειν· ὥστʼ οὐδὲν ἀπεικὸς ὑμᾶς ἀηδέστερον ἢ Λακεδαιμονίους ἔχειν, ὁπόταν ταῦτα ἀγωνίζωνται.
162 οὐ μὴν ἀλλʼ ἐπειδήπερ ἐν τούτῳ τῷ μέρει τοῦ λόγου γεγένημαι, ἐν ᾧ τὰ πρὸς ἄλληλά ἐστι ταῖς πόλεσιν, ἀνάγκη καὶ τοῦτʼ ἴσως ὑπομεῖναι, ἵνα μὴ μόνον ἐν τοῖς ἀγῶσιν ὅσῳ κρείττων ἡ πόλις ἀποφαίνωμεν, ἀλλὰ καὶ τοῖς ὅλοις. φανήσονται γὰρ Λακεδαιμόνιοι μὲν τριακοσίων ἀνδρῶν στερηθέντες οὐκ ἐνεγκόντες, ἀλλʼ εὐθὺς ἐγκλίναντες· ὃ μείζω φιλοτιμίαν ἔχει τῇ πόλει τοῦ νικῆσαι τῇ μάχῃ· ἐν ἐκείνῃ μὲν γὰρ τῶν ἀντιστάντων κρείττων ἐγένετο, ἐν οἷς δʼ ἀπηγόρευσαν οἱ λοιποὶ σχεδὸν πάντων, ὥσπερ ἐν ἄθλοις, ὅταν πᾶς τις εἴκῃ· αὕτη δὲ τοσαύτῃ χρησαμένη συμφορᾷ μετὰ ταῦτʼ ἐν Σικελίᾳ οὐ μόνον οὐ καταπτήξασα οὐδʼ ἐπὶ τὴν εἰρήνην ἀσμένως καταφυγοῦσα, ἀλλʼ οὕτω διαθεῖσα τοὺς πολεμίους ὥστʼ ἀσμένους ἂν ἐκείνους ἰδεῖν, εἴ τις εἰρήνην ἄγειν δυνηθείη πεῖσαι τὴν πόλιν. καὶ μὴν οἱ μὲν ὡς ἤκουσαν τὴν Κόνωνος ἐν Μυτιλήνῃ πολιορκίαν, οὐκ ἐξεπλάγησαν, ἀλλὰ πλεύσαντες ἐπʼ Ἀργινούσαις ὅσαις οὐδʼ ἂν εἷς εἰκάσειε ναυσὶν, ἐλάττοσι

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme