Thesauros Literature Oratory Παναθηναϊκός

Παναθηναϊκός

Παναθηναϊκός Aristides, Aelius
91 νόμος ἐστὶ τοῖς Ἕλλησι παλαιὸς, οἶμαι δὲ καὶ τῶν βαρβάρων τοῖς πλείστοις, τροφεῦσι χάριν ἐκτίνειν ἅπασαν, ὅση δυνατή. οὕστινας δʼ ἂν τροφέας προτέρους ὑμῶν ἄγοι τις, ὦ ἄνδρες Ἀθηναῖοι, δοκῶν γε δή πως εἰς Ἕλληνας τελεῖν, οὐ ῥᾴδιον εὑρεῖν, ὥς γέ μοι φαίνεται. μάλιστα μὲν γὰρ καὶ τῆς νενομισμένης ταυτησὶ τροφῆς καὶ κοινῆς ὑμᾶς εὐθὺς ἂν εὕροι τις ἐπωνύμους καὶ ποριστὰς σκοπῶν ἐξ ἀρχῆς· ὥστε ἔξεστιν εἰπεῖν ἰδίᾳ μὲν ἄλλους ἄλλοις εἶναι τροφέας, οὓς ἂν ἡ τύχη καὶ ὁ συμπίπτων χρόνος ἑκάστοις παρασκευάσῃ, κοινοὺς δὲ ἁπάντων τροφέας ὑμᾶς εἶναι καὶ μόνους καὶ πρό γε αὐτῶν ἔτι τῶν τροφέων, ὥσπερ οὓς πατέρας πατέρων καλοῦσιν οἱ ποιηταί· διʼ ἃ καὶ μόνα
1 / 107 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme