260
εἰς οἵαν ἡμέραν ἐτελευτήσατε. ποτέροις καὶ ἄξιον στενάξαι μεῖζον; πότερον τοῖς ἀμυήτοις, ἢ τοῖς μεμυημένοις; οἱ μὲν γὰρ ὧν εἶδον, οἱ δʼ ὧν εἶχον ἰδεῖν τὰ κάλλιστα ἀπεστέρηνται. ὦ κακῶς ἐξορχησάμενοι τὰ μυστήρια. ὦ τὰ ἄφαντα φήναντες, κοινοὶ τῶν ὑπὸ γῆς καὶ ὑπὲρ γῆς θεῶν πολέμιοι. ὦ πάλαι τε δὴ καὶ νῦν ὡς ἀληθῶς παῖδες Ἕλληνες, οἳ τοσούτου κακοῦ προσιόντος περιείδετε. οὐκ ὦ θαυμάσιοι νῦν γέ τι ἐν ὑμῶν αὐτῶν ἔσεσθε; οὐ τάς γε Ἀθήνας αὐτὰς περισώσετε;