Thesauros Literature Oratory Μονῳδία ἐπὶ Σμύρνῃ

Μονῳδία ἐπὶ Σμύρνῃ

Μονῳδία ἐπὶ Σμύρνῃ Aristides, Aelius
263 τοῦτο ὁρισθήσεται; ἢ τίνι Βορυσθένει; τίς Ἑλλήνων οὕτως ἔξω τῆς Ἑλλάδος; τίς βαρβάρων οὕτως ἀδάμαστος καὶ ἀνάλωτος τοῖς τῆς Σμύρνης βέλεσι καὶ φίλτροις, ὅστις οὐκ ἀκοῇ μὲν ἤρα, ἀκοῇ δὲ ἀνιάσεται. Ἡλιάδας μὲν δὴ λέγεται πενθούσας τὸν ἀδελφὸν τελευτώσας αἰγείρων ἀλλάξασθαι φύσιν καὶ τὸ δάκρυον αὐτῶν εἰς ἤλεκτρον παγῆναι· σὲ δὲ, ὦ χαριεστάτη πόλεων, αὐτοῖς ὥρα τοῖς δένδρεσι θρηνεῖν.
← Previous 4 / 4

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme