Thesauros Literature Oratory Ἱεροὶ λόγοι πέμπτος

Ἱεροὶ λόγοι πέμπτος

Ἱεροὶ λόγοι πέμπτος Aristides, Aelius
348 καὶ μάλʼ ἀγαπητῶς ἐμοί. παρακαλέσας δὲ τοὺς ἑπομένους, οἳ παρέπεμπόν με ἀπὸ τοῦ χωρίου προσταλαιπωρῆσαι καὶ τὸ λοιπὸν, ὡς οὐκ εἰσόμενον αὐτοῖς, πάντως δὲ ὀλίγον τʼ εἶναι καὶ προφέρειν οὐκ ὀλίγον μοι δοκεῖν τῆς προαιρέσεως διαμαρτεῖν, ἐχώρουν ἔξω πυλῶν, καὶ ψῦχός τε ἤδη ἦν ὑγρότερον, ὥστε καὶ θέρμης δεῖσθαι. καὶ περὶ ἀλεκτρυόνων μάλιστά πως ᾠδὰς ἀνύσας εἰς Μύριναν, ὁρῶ τοὺς ἐμοὺς πρόσθεν τῶν καταγωγίων τινὸς συνεσκευασμένους ὡς εἶχον διὰ τὸ μηδʼ αὐτοὺς, ὡς ἔφασαν, καταλαβεῖν ἀνεῳγμένον μηδέν. ἦν δέ τις ἐν προθύρῳ τοῦ πανδοκείου σκίμπους· τοῦτον περιφέροντες ἄνω καὶ κάτω διατριβὴν εἴχομεν. ὅπου γὰρ τεθείη πανταχοῦ λυπηρὸς ἦν. θύραν δὲ κόπτουσιν ἢ ξένων ἢ ὡντινωνοῦν πλέον οὐδὲν ἦν· οὐ γὰρ ὑπήκουεν οὐδείς. ὀψὲ δέ ποτε εὕρομεν εἰσελθεῖν εἰς οἰκίαν τῶν ἐπιτηδείων τινὸς, κακοδαιμονίᾳ δὲ θυρωρῶν τό τε πῦρ ἀπεσβήκει καὶ ἄλλο γε οὐδὲν ἦν οὐ μικρὸν οὐ μέγα. εἰσῄειμεν δὲ ὑπὸ σκότου καὶ ὑπὸ χειραγωγῷ οὔτε ὁρῶντες οὔτε ὁρώμενοι. ἐν ὅσῳ δὲ πῦρ τε ἐπορίζετο καὶ πορισθέντος ἔμελλον χρίσεσθαί τε καὶ πίεσθαι, καὶ δὴ ἑωσφόρος τε ὑπερεῖχε καὶ φῶς ἡμέρας ὑπέφαινεν, ἐδόκει χρῆναι μὴ μαλθακίζεσθαι μηδὲ καθεύδειν ἡμέρας οὔσης, ἀλλʼ ἔργον ἔργῳ συνάπτειν καὶ βαδίζειν εἰς τὸ τοῦ Ἀπόλλωνος ἱερὸν, εἰς Γρυνεῖον, εἰωθός μοι καὶ ἰόντι καὶ ἐπανιόντι θύειν τῷ θεῷ.
348 γενόμενος δὲ ἐν Γρυνείῳ θύσας τῷ Ἀπόλλωνι καὶ τὰ εἰωθότα διατρίψας εἰς Ἐλαίαν ἐλθὼν ἀνεπαυόμην. καὶ ὡς ἐγενόμην ἐν Περγάμῳ τῇ ἐπιούσῃ, ἐγὼ μὲν οἷα εἰκὸς οὕτως εἶχον ὡς ἐνδιατρίψων, ἐνύπνιον δʼ ἐλθὸν, εἴτε δὴ εἰς ἑσπέραν εὐθὺς εἴτε καὶ μιᾷ ὕστερον ἡμέρᾳ ἢ καὶ δευτέρᾳ, ἐπείγεσθαί τε ἐκέλευε καὶ μὴ ἄλλως ποιεῖν· οἵδε γὰρ καὶ δὴ διώκουσι. καὶ ἅμα τούτοις αἵ τε θυρίδες πνεύματος ἐμπεσόντος ἀνεῴγνυντο εὖ καὶ καλῶς ἐσφηκωμέναι ἔνδοθεν καὶ ἔξωθεν, καὶ πρόσθεν οὔπω συμβὰν,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme