373
καίτοι θαυμαστὸν εἴ τις, ὦ Ἀθηναῖοι, τὸ μὲν ἐν τῷ Συρακοσίων λιμένι τριήρεις ἡμετέρας εἶναι φοβερὸν κρίνει τῇ πόλει, τὸ δὲ τὰς τῶν Συρακοσίων καὶ τῶν συμμάχων εἰς τὸν Πειραιᾶ καταπλεῦσαι, τοῦθʼ ὥσπερ σωτήριον τοῖς πράγμασι προσδοκᾷ. εἰ μὲν γὰρ ἔστι τις ἡμῖν ἐγγυητὴς, ὡς ἐκεῖνοι τὴν ἡσυχίαν ἄξουσι, καὶ οὐκ ἐθελήσουσι τὴν αὐτὴν ἀποδοῦναι χάριν Λακεδαιμονίοις ἧσπερ οὗτοι νῦν ὑπῆρξαν εἰς αὐτοὺς, ἐφʼ ἡμῖν εἶναι νομίζωμεν ὁπότερʼ ἂν βουλώμεθα τούτων. εἰ δʼ οὐχ οὕτω φευξόμεθα αὐτοὺς, ὡς μὴ ὅποι ποτʼ ἂν ἡμῖν ἐπίωσιν, ἐνταῦθα ἀναγκαίως ἔχειν ἀμύνασθαι, τί τὴν Ἀττικὴν ταραχῆς ἐμπίπλαμεν ἀμελήσαντες τῆς Σικελίας; καὶ τί μεθίσταμεν ἐνταῦθα τὸν πόλεμον, ἐξὸν κατέχειν ἐκείνους, ὅπως μήθʼ ἑκόντες μήτʼ ἄκοντες προΐωσι τῆς αὑτῶν; ἢ τὸ μὲν ἡμᾶς βουλεύεσθαι περὶ ἐκείνων δυσχερὲς, τὸ δʼ