Thesauros Literature Oratory Ὑπὲρ τῆς πρὸς Λακεδαιμονίους εἰρήνης

Ὑπὲρ τῆς πρὸς Λακεδαιμονίους εἰρήνης

Ὑπὲρ τῆς πρὸς Λακεδαιμονίους εἰρήνης Aristides, Aelius
393 ἡγοῦμαι δὲ θεῶν τινα ταυτὶ πάντα στρατηγῆσαι εἴτε γὰρ ἐξ ἀρχῆς ἐθελονταὶ τὸν πόλεμον προειλόμεθα. ἀνδρείας μὲν ἄν τι τοῦτʼ ἴσως σύμβολον ἐξηνέγκαμεν, τὴν δʼ ἐπιείκειαν οὐδεὶς ἰδεῖν εἶχεν ἂν, οὔκουν ἐν αὐτοῖς γε οἷς ᾑρούμεθα, εἴτε καὶ βουλομένων ἡμῶν τὴν εἰρήνην ἄγειν ἐπείσθησαν οὗτοι, τὸ μὲν προορᾶσθαι τῆς Ἑλλάδος ἡμᾶς καὶ τὸ μὴ προχείρως ἔχειν πρὸς τὰς πλεονεξίας ἐπῄνεσεν ἄν τις δικαίως, τὰ δὲ τῆς ἀνδρείας καὶ τῆς δυνάμεως οὐ πάντες ἔμελλον συνείσεσθαι, οὔκουν ἐν αὐτῷ γε τῷ τὴν εἰρήνην ἄγειν αἱρεῖσθαι. νῦν δʼ ἀμφότερα ὡς κάλλιστα ἐνεδειξάμεθα. οἷς μὲν γὰρ τὴν εἰρήνην ἐπρεσβεύομεν οὓς πολεμεῖν διεκωλύομεν πραότητος καὶ προνοίας τῶν Ἑλλήνων ὅπως μή τι πείσονται πίστιν παρειχόμεθα, οἷς δʼ ἀναγκασθέντες πολεμεῖν κεκρατήκαμεν ἀνδρείας ἅμα καὶ δυνάμεως δόξαν προσειλήφαμεν, ὥστʼ ἐξ ἀμφοτέρων ὑπάρχειν τῇ πόλει θαυμάζεσθαι μετʼ εὐνοίας. ἔπειτά γʼ οἶμαι τρίτος οὑτοσί τις ἥκει πάλιν καιρὸς εὐβουλίας δεόμενος, ὃν ἐὰν ὡς χρὴ μεταχειρισώμεθα,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme