399
ἣν μὲν ἐκ πολλοῦ πάντες ἡμέραν ἰδεῖν ἐποθοῦμεν ἥδʼ ἐστὶν, ὦ ἄνδρες Λακεδαιμόνιοι, διδοῦσα βουλεύσασθαι περὶ τῶν Ἀθηναίων ὅ τι ἂν βουλώμεθα. δεῖ δὲ μήτʼ ἀγεννὲς παθεῖν μηδὲν μήτʼ, εἰ χρὴ τοῦτʼ εἰπεῖν, ἀτιμάσαι τὰ πεπραγμένα, ἀλλʼ εἰδέναι πόσον τι χρῆμα κατείργασται καὶ ὡς οὔτε Ἀθηναῖοι συμφορῶν ἐνδεεῖς οὔθʼ ἡμῖν περίεστιν ὀργίζεσθαι. παρῃτούμην δʼ ἂν ὑμᾶς μὴ φιλίᾳ τῶν ἀνδρῶν δοκεῖν με λέγειν, εἰ μὴ πολλὰ μὲν τῆς πρὸς ὑμᾶς εὐνοίας, πολλὰ δὲ τοῦ πρὸς ἐκείνους