Thesauros Literature Oratory Λευκτρικὸς Γ. (ὑπὲρ Λακεδαιμονίων δεύτερος)

Λευκτρικὸς Γ. (ὑπὲρ Λακεδαιμονίων δεύτερος)

Λευκτρικὸς Γ. (ὑπὲρ Λακεδαιμονίων δεύτερος) Aristides, Aelius
453 ἀσέβημα τῷ λόγῳ, προώμεθα, ὦ Ἀθηναῖοι, καὶ περιίδωμεν μηδένα ὑπόλογον θέμενοι, βούλεσθε εἴπω καὶ συνεξέλωμεν; ἢ τοῦτο μὲν οὐδαμῶς; εἰ δʼ οὐδέπω τοσαύτην οἰκειότητα καὶ συνήθειαν ἔχει τὰ πρὸς ἡμᾶς πεπραγμένα Θηβαίοις, ὥστʼ εἶναι μείζω καὶ πλείω τῶν πρότερον πρὸς Λακεδαιμονίους αὐτοῖς ὑπαρχόντων, ὧν νῦν εἰσι πόρρω τοῦ μεμνῆσθαι, εὐτυχίας δὲ οὐδεὶς κόρος ἐστὶν ἀνθρώποις, ἀλλʼ οἱ τὰ μέγιστα κατορθώσαντες μεγίστων γλίχονται, δυναστείας τε ἐπιθυμοῦντας πολὺ μᾶλλον τὴν ἡμετέραν πόλιν ἢ τὴν Λακεδαιμονίων εἰκός ἐστιν αὐτοὺς δεδιέναι καὶ διὰ φρόνημα καὶ διʼ ἐμπειρίαν πραγμάτων καὶ διʼ ὀξύτητα καὶ τὴν ἐπὶ πᾶσι παρουσίαν ἄοκνον, τοῦτο δʼ ὑπειληφότας ἐκποδὼν ποιῆσαι ζητεῖν ἕπεται, ἐφʼ ἅπασί τε πίστις ἀκριβὴς οὐχ ἡ μὴ βουλήσεσθαί τινα ἀδικήσειν, ἀλλʼ ἡ μηδʼ ἂν βούλωνται δυνήσεσθαι παριστᾶσα· εἰ ταῦθʼ οὕτω φαίνεται, τί κωλύει Λακεδαιμονίους ὁμοῦ σώζειν καὶ τὴν πόλιν διʼ ἀσφαλείας ποιεῖσθαι καὶ δόξαν φιλανθρωπίας, μεγαλοψυχίας, ἀνδρείας προσλαβεῖν; ἐν γὰρ τῷ σῶσαι μὴ μνησικακήσαντας τρία ταῦτʼ ἐστὶν εἰς φιλοτιμίαν τείνοντα.
453 πρὸς τοίνυν τὸ μὴ παρεῖναι Λακεδαιμονίους ὑπὸ τὴν αὐτὴν τύχην ἡμῖν, καὶ τῇ μὲν ψήφῳ δεῖν σῶσαι, τοῖς δὲ ὅπλοις ἀπολέσαι, καὶ πρὸς ταύτην τὴν ἀκριβολογίαν, μᾶλλον δʼ ἀπορίαν, ὀκνῶ γὰρ εἰπεῖν ἀποπληξίαν, οὐ χαλεπὸν εὑρεῖν ἁπλοῦν καὶ σαφῆ λόγον. εἰ μὲν ἦν, ὦ Ἀθηναῖοι, ταμιεύσασθαι, καὶ μέχρι τούτου κακῶς διαθεῖναι παρὰ τὸν πόλεμον αὐτοὺς, μέχρι τοῦ πρὸς σύμβασιν ἐγχωρεῖν διατηρῆσαι, τάχα ἂν ταῦτά τις ἤκουσεν· οὐκ ὄντος δʼ ἐφʼ ἡμῖν οὕτω τὸν πόλεμον τεμεῖν, τί ποιήσομεν, ἐὰν ἅπαξ ὑπερβάλωμεν; ἢ μεταγνωσόμεθα; καὶ τί πλέον τοῦ καιροῦ παρελθόντος; ἐπεὶ καὶ νῦν μία δή που μάχη πάντʼ αὐτοὺς ἀφῄρηται, τοὺς συμμάχους, τοὺς εἵλωτας, τὴν παρὰ τῶν περιοίκων πίστιν, ἁπλῶς τὴν τάξιν ἐφʼ ἧς βεβηκότες ἦσαν. τὸ δὲ προσπταῖσαι τοῖς σαθροῖς ῥᾳδίαν ποιεῖ τὴν αἴσθησιν. ἂν οὖν πάλιν ἄλλην μάχην μίαν κρατηθῶσιν οἱ λοιποὶ, τί κωλύει μιᾶς ἡμέρας

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme