Thesauros Literature Oratory Λευκτρικὸς Δ. (ὑπὲρ Θηβαίων δεύτερος)

Λευκτρικὸς Δ. (ὑπὲρ Θηβαίων δεύτερος)

Λευκτρικὸς Δ. (ὑπὲρ Θηβαίων δεύτερος) Aristides, Aelius
457 εἰκότως, ὦ Ἀθηναῖοι, πολλῶν λόγων ἐδέησε τοῖς ὑπὲρ τῶν Λακεδαιμονίων λέγουσιν, οὐ γὰρ ἦν ἄρα ἁπλᾶ ὥσπερ τὰ Θηβαίων, ἀλλʼ ἐδεῖτό τινος κομψοτέρου μοι δοκεῖν ῥήτορος. ἐγὼ δʼ εἰμὶ μὲν, ὦ Ἀθηναῖοι, τῶν οὐ πρότερον φίλους Θηβαίους ἤπερ ὑμεῖς ἅπαντες κρινάντων, ὁρῶ δὲ τοῖς μὲν Λακεδαιμονίοις ἐνυπάρχον εἰς τὴν βοήθειαν τὸ μὴ δεῖν μνησικακεῖν, τοῖς δὲ Θηβαίοις αὐτό τε τοῦτο καὶ τὸ ὧν εὖ πεπόνθαμεν δεῖν μεμνῆσθαι. ὥστʼ εἰ πεπαῦσθαι δεῖ μισοῦντας, πάλαι πεπαύμεθα Θηβαίους· καὶ εἰ Λακεδαιμονίοις ἰσχυρὸν τὸ μηκέθʼ ὑμᾶς κακῶς ποιεῖν δύνασθαι, πολὺ Θηβαίοις ἰσχυρότερον τὸ βουλομένους εὖ ποιεῖν ἐκ πολλοῦ πεφηνέναι. ἐκείνους μὲν οὖν μηκέτʼ ἐχθροὺς νομίζειν παραινοῦσιν οὗτοι, τούτους δʼ ὁρῶ φίλους ὑπάρχοντας πρὶν καὶ καλεῖν ἡμᾶς. εἰ δὲ τοσοῦτον δύναται τὸ τὴν ἔχθραν καταθέσθαι, ὥστʼ εὐθὺς συμμάχους ἔχειν ὑμᾶς, τό γε ἐσχηκέναι πρότερον τοὺς ἑτέρους, ὃ νῦν οὗτοι σπουδάζουσι, ποῦ θήσομεν; καὶ οὐκ ὀφείλειν, ὦ Ἀθηναῖοι, χάριν ὑμᾶς Θηβαίοις τε καὶ Ἀργείοις καταλέγω, πολὺ γὰρ μᾶλλον ὑμῖν Θηβαίους ὀφείλειν νομίζω, ἀλλὰ τοῖς ὑπηργμένοις ὑμῖν πρὸς ἀλλήλους ἀκόλουθα ταῦτʼ εἶναί φημι καὶ προσήκοντα. θαυμάζω δʼ εἴ τις τὸ μὲν φίλους καὶ συμμάχους ἡμῖν εἶναι Θηβαίους φοβεῖται νομίζων ἰσχυροὺς εἶναι, τὸ δʼ ἐχθροὺς καὶ πολεμίους
458 καταστῆναι συμφέρον κρίνει, καὶ Λακεδαιμονίοις μὲν πολεμοῦντας δέδοικεν αὐτοὺς, ἐφʼ ὑμᾶς δʼ ὅπως ἥξουσι διαπράττεται, καὶ φυλάττεσθαι μὲν κελεύει μή ποθʼ ὕστερον ὑμῖν πολεμήσωσιν, ἤδη δὲ εἰς τοῦτο καταστῆναι προτρέπει, καὶ Λακεδαιμονίοις μὲν κελεύει θαρρεῖν κοινωνοῖς ἐπὶ Θηβαίους, ὧν ἐλάττους αὐτούς φησιν εἶναι, Θηβαίοις δʼ ἐπὶ τούτους οὐκ ἐᾷ θαρρεῖν, ὥσπερ τὰς τῶν ἀσθενεστάτων συμμαχίας μάλιστʼ ὠφελούσας, ἀλλʼ οὐ τὰς τῶν οἵους εἶναι Θηβαίους φασὶν οὗτοι. ἐρωτῶσι δὲ τίς ἐγγυητής ἐστι τοῦ Θηβαίους ἐφʼ ἑαυτῶν μένειν, ὥσπερ οὐκ ἐξὸν ἡμᾶς ἀντερωτῆσαι τίς δʼ ἐγγυητής ἐστι τοῦ Λακεδαιμονίους ἐφʼ αὑτῶν μένειν, ἄνπερ τοῦτον τὸν πόλεμον διαθῶνται.
1 / 9 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme