Thesauros Literature Oratory Περὶ ὁμονοίας ταῖς πόλεσιν

Περὶ ὁμονοίας ταῖς πόλεσιν

Περὶ ὁμονοίας ταῖς πόλεσιν Aristides, Aelius
532 αὑτῶν ἀσφαλῶς οἰκεῖν. ἡ δὲ στάσις πάντων τῶν αἰσχρῶν καὶ κακῶν ὡσπερεὶ κεφάλαιόν ἐστι, καὶ μὴ ὅτι τῶν ἄλλων εἶναι κρείττους, ἀλλʼ οὐδʼ αὐτοὺς ἑαυτοῖς ὁμοιοῦσθαι. μὴ γὰρ εἰ μηδὲν ἀνήκεστον νῦν γίγνεται, μηδὲ γὰρ γένοιτό ποτε ὦ Ζεῦ καὶ θεοὶ, ἀλλά τοι τῶν γε πονηρῶν καρπῶν οὐδὲ τὸ σπέρμα φασὶ δεῖν σώζειν. πιστεύειν δὴ χρὴ καὶ Ὅμηρον ἀληθῆ λέγειν, ὡς ἄρα ἔρις ἄρχεται μὲν ἐξ ὀλιγίστου, προέρχεται δὲ ἐπὶ μήκιστον. ἄνευ γὰρ τοῦ πᾶσαν αὐτῷ τὴν Ἰλιάδα εἰς τοῦτο αὐτὸ συγκεῖσθαι καὶ στάσεως εἶναι κατηγορίαν ἅπαν τὸ ποίημα, λέγει δή που καὶ διαρρήδην εἰς τὴν Ἔριν ταυτὶ τὰ ἔπη ἣ ὀλίγον μὲν πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα οὐρανῷ ἐστήριξε κάρη καὶ ἐπὶ χθονὶ βαίνει.s ἐγὼ δʼ οὐρανοῦ μὲν ψαύειν ἔριν οὐκ ἔχω ὅπως συγχωρῶ· δειναὶ γὰρ αἱ Διὸς, οἶμαι, πύλαι κλεῖσαι πάροδον παντὶ νοσήματι· τοσοῦτον δʼ ἂν ἔχοιμι διισχυρίσασθαι ὅτι ἥκιστα δὴ τοῦτο τῶν ἀνθρωπείων περιγραπτοὺς ἔχει τοὺς ὅρους.
532 ὅλως μὲν οὖν οὐδὲν, οἶμαι, χρὴ τοσοῦτον ἆθλον νομίζειν οὔθʼ ὑπὸ γῆς οὔτʼ ἐν φανερῷ κατακείμενον ὥστʼ ἀξιόχρεων εἶναι μανίας τοσαύτης· εἰ δʼ ἄρα δεῖ καὶ τοῦτʼ εἰπεῖν, ἐνθυμεῖσθʼ ὅτι τοῖς Λακεδαιμονίοις τότε καὶ τοῖς Ἀθηναίοις καὶ πρός γʼ ἔτι Θηβαίοις ἦν τι σχῆμα τῶν πρὸς ἀλλήλους πραγμάτων. προστασία γὰρ τῶν Ἑλλήνων καὶ τὸ δοκοῦν ἑαυτοῖς προστάξαι κυρίοις εἶναι καὶ παρʼ ἐκείνους ἰέναι τοὺς δεομένους, καὶ χρημάτων δὴ σύλλογοι καὶ πολλὰ τοιαῦτα ὑπῆρχεν ὥσπερ ἀφορμὴ τῆς φιλονεικίας. οὐ πάντη μὲν, οἶμαι, πράγματα αἱρετὰ—τίς δʼ ἂν φήσειεν εὖ φρονῶν; —ὅμως δʼ εἶχέ τινα νοῦν ὡς εἰπεῖν ἡ νόσος. ὑμεῖς δὲ, ὦ ἄνδρες Ἴωνες, καὶ ὑμεῖς, ὦ ἄνδρες εἴτε αὐτόχθονες εἴτε Ἀρκάδες, χαίρετε ἀκούοντες, εἴ τις ἔροιθʼ ὑμᾶς ἀντὶ τοῦ στασιάζετε καὶ φιλονεικεῖτε καὶ ταράττεσθε καὶ τετύφωσθε, τί πρὸς θεῶν ἀποκρινεῖσθε; ὑπὲρ ποίας ταῦτα ποιεῖν ἡγεμονίας, ἢ τίνων συμμάχων, ἢ ποίων λιμένων, ἢ τριήρων, ἢ φόρων, ἢ τόπων,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme