Thesauros Literature Oratory Ῥοδίοις περὶ ὁμονοίας

Ῥοδίοις περὶ ὁμονοίας

Ῥοδίοις περὶ ὁμονοίας Aristides, Aelius
572 τούτοις λυσιτελέστερον μὲν εἶναι δουλεύειν ἢ κακῶν ἐφόδιον τὴν ἐλευθερίαν ἔχειν, ὅμως δʼ εἶναι δέος μὴ καὶ τούτου στερηθῆτε· μέγιστον δὲ πάντων ἱερὰ καὶ τάφους αἰσχυνθέντες καὶ τὸ τῆς Ῥόδου μέχρι τούτου ζηλωτὸν ὄνομα, παύσασθε τοῦ σεισμοῦ τούτου, ὃς ὑμῖν πανταχοῦ συμπεριέρχεται, καὶ μὴ δευτέρων σχετλιωτέρων δεῖσθε, ἀλλὰ γένεσθε ἐν ὑμῶν αὐτῶν, ἵνʼ ἡμεῖς τε ἐφʼ ὑμῖν ὡς ἑταίροις ἀγαθοῖς φιλοτιμώμεθα καὶ ὑμεῖς ἐφʼ ἡμῖν ὡς οἵοις πείθειν ὅτου καιρὸς ἀεί.
← Previous 16 / 16

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme