Thesauros Literature Oratory Πρὸς Πλάτωνα περὶ ῥητορικῆς

Πρὸς Πλάτωνα περὶ ῥητορικῆς

Πρὸς Πλάτωνα περὶ ῥητορικῆς Aristides, Aelius
104 ῥητορικῇ δὲ οὐ μόνον εἰ καὶ πάντα τὰ τῶν ἰδιωτῶν ἁμαρτήματα, ἀλλʼ εἰ καὶ πόλεμοι πάντες ἐξ ἀνθρώπων ἀπέλθοιεν, οὐκ ἄπορα τὰ πράγματα, οὐδὲ πέπτωκεν αὐτῆς ἡ δύναμις ὥσπερ ῥίζης ὑφαιρεθείσης. ἔτι γὰρ μᾶλλον αἱ πανηγύρεις καὶ τὰ τῆς εἰρήνης χαρίεντα τοῦ παρʼ αὐτῆς κόσμου προσδεῖται, καὶ νὴ Δία αἵ τε θεῶν τιμαὶ καὶ ἡρώων καὶ ὅσαι τοῖς ἀγαθοῖς τῶν ἀνδρῶν ὀφείλονται δικαίως εὐφημίαι. πάντα γὰρ ταῦτα ἐπέρχεται καὶ κοσμεῖ καὶ πᾶσιν αὐτὴ πρέπουσα ὁμοίως φαίνεται. εἰ δὲ δὴ καὶ κοινωνήσειέ τινι τῶν ἄλλων τεχνῶν καὶ δυνάμεων, Ἡράκλεις, ὡς οὐδʼ εἰπεῖν ἔστιν ὡς ἐκφαίνει τὸ παρʼ αὐτῆς. οἷον ἰατρὸς εἰ προσλάβοι ῥητορικὴν, τῆς ἰατρικῆς αὐτῆς μάλιστα οὕτω τὴν χάριν εἴσεται. εἰ γὰρ προσέλθοι τὸ δύνασθαι πείθειν τοῖς ἄλλοις τοῖς ὑπάρχουσιν αὐτῷ κατὰ τὴν τέχνην, τί κωλύει προθεραπεύειν τὰ πολλὰ τῇ ῥητορικῇ, πρὶν τῶν τῆς ἰατρικῆς ὀργάνων ἅψασθαι, τῷ σοφωτάτῳ τῶν φαρμάκων, ἔφη τις, χρώμενον; μετὰ τοίνυν τῆς στρατηγικῆς γενομένη πολλῷ μᾶλλον σώζειν αὐτὰ τὰ τῆς στρατηγικῆς πέφυκεν· ἃ δὴ καὶ Ὅμηρος πανταχοῦ σαφῶς δηλοῖ ὣς εἰπὼν ὤτρυνε μένος καὶ θυμὸν ἑκάστου καὶ ὣς ἔφαθʼ, οἱ δʼ ἄρα μᾶλλον ἐπʼ Ἀργείοισιν ὄρουσαν καὶ τοῖσι δʼ ἄφαρ πόλεμος γλυκίων γένετʼ ἠὲ νέεσθαι ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν. τοιαῦτʼ ἀεὶ τοῖς λόγοις προστίθησιν. ἐκφανέστατα δὲ αὐτὸ καὶ μόνον οὐχ ὑπὸ κήρυκος βεβαιοῖ, ποιήσας τὸν Ἀγαμέμνονα τῶν μὲν ἀσπίσι καὶ κορύθεσσι καὶ ἔγχεσι πεφρικυίας τὰς τάξεις παρεχομένων Αἰάντων ἅπαντας λαβεῖν τὸν θυμὸν εὐχόμενον τοῖος πᾶσιν θυμὸς ἐνὶ στήθεσσι γένοιτο· τοῦ δὲ τὰ βέλτιστα συμβουλεύσαντος τῷ στρατοπέδῳ Νέστορος δέκα τοὺς πάντας συμβούλους μὴ χείρους λαβεῖν. τοιοῦτοι γὰρ, ἔφη, δέκα μοι συμφράδμονες εἶεν, Ἀχαιῶν· τῷ κε τάχʼ ἠμύσειε πόλις Πριάμοιο ἄνακτος χερσὶν ὑφʼ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme