Thesauros Literature Oratory Πρὸς Πλάτωνα περὶ ῥητορικῆς

Πρὸς Πλάτωνα περὶ ῥητορικῆς

Πρὸς Πλάτωνα περὶ ῥητορικῆς Aristides, Aelius
115 οὐχ οἷς καλοῦνταί φημι, πλὴν εἴ τις καὶ τοῦτο προστίθησιν, ἀλλʼ οἷς γε χρώμενοι ταῦτα σοφίζονται, τοσοῦτόν μοι πρὸς τούτους ἀποκεκρίσθω, ὅτι ῥητορικῇ παρὰ πόδας διδόασι τὴν δίκην. πρὸς δὲ Πλάτωνα τὸν τῶν ῥητόρων πατέρα καὶ διδάσκαλον ἀναγκαῖον ἦν ὥσπερ φιλοτησίαν προλαβόντα ἀντιπληρώσασθαι. δέχοιτο δὲ γενναίως, ὅτι καὶ προὔπιεν· ἐπεὶ καὶ τὸν βαλόντα μὴ δεῖ ἐκφυγεῖν. παρὰ δὲ τῶν ἄλλων ἡμῖν συγγνώμη δικαίως ἂν εἴη, τοὺς λογίους θεοὺς εἰ Πλάτωνος τοῦ καλοῦ περὶ πλείονος ποιούμεθα. ἐξαιρεῖται δὲ ἡμᾶς αἰτίας καὶ ὁ πάντα ἄριστος Ἀσκληπιὸς, ψῆφον οὐκ ἄτιμον οὐδὲ αὐτὸς διδοὺς, τὰ μὲν ἐν μέτροις, τὰ δὲ οὑτωσὶ πεζῇ.
← Previous 115 / 115

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme