Thesauros Literature Oratory Πρὸς Πλάτωνα περὶ ῥητορικῆς

Πρὸς Πλάτωνα περὶ ῥητορικῆς

Πρὸς Πλάτωνα περὶ ῥητορικῆς Aristides, Aelius
15 εἰ τοίνυν, ὦ Ζεῦ καὶ θεοὶ, μανία τίς ἐστιν ἀμείνων σωφροσύνης καὶ παρὰ θεῶν ἀνθρώποις γιγνομένη, πῶς ἄξιον πᾶν γε τὸ μὴ τέχνῃ γιγνόμενον ψέγειν, ἢ πῶς ῥητορικὴν ἁπλῶς αἰσχρὸν ἡγεῖσθαι καὶ μὴ συγχωρεῖν δύναμίν γέ τινʼ εἶναι τέχνης κρείττονα; εἰ δὲ δὴ τὴν μὲν καλλίστην τῶν τεχνῶν προσείρηκε τῷ μανικὴν εἶναι, τὴν δʼ ἁπλῶς οὐδʼ εἶναι τέχνην, τὴν ποιητικὴν, ἀλλʼ ἐπίπνοιαν ἐκ Μουσῶν, ὃς δʼ ἂν ἄνευ μανίας Μουσῶν ἐπὶ ποιητικὰς θύρας ἀφίκηται, πεισθεὶς ὡς ἄρα ἐκ τέχνης ἱκανὸς ποιητὴς ἐσόμενος, ἀτελὴς αὐτός τε καὶ ἡ ποίησις ὑπὸ τῆς τῶν μαινομένων ἡ τοῦ σωφρονοῦντος ἠφανίσθη, πῶς οὐκ ἐξ ἀμφοῖν δείκνυται τὸ μὴ τὴν τέχνην νικᾶν, ἀλλʼ ἔστιν οὗ καὶ λαμπρότερον καὶ θεοφιλέστερον εἶναι τὸ μὴ δουλεῦον τέχνῃ; σαφῶς γὰρ οὑτωσὶ Πλάτων ἤδη διορίζεται τὸ μὴ δεῖν ἐπὶ τῶν μεγίστων τέχνην ζητεῖν. ὥστʼ εἰ μὲν βούλει, τὸ τοῦ Εὐριπίδου καὶ τῶν αὐτοῦ νὴ Δία συμβαίνει, σοῦ τάδʼ, οὐκ ἐμοῦ κλύεις, ὦ τοσοῦτον ἐνθυμηθείς· εἰ δʼ αὖ βούλει, τὸ τοῦ Αἰσχύλου, τάδʼ οὐχ ὑπʼ ἄλλων, ἀλλὰ τοῖς αὑτοῦ πτεροῖς, ἃ θρυλεῖς ἐν ἐκείνοις τοῖς λόγοις, ἁλίσκει. καὶ μὴν εἰ μαντικὴν μὲν ἐξ Ἀπόλλωνος ἢ καὶ Διὸς, τελετὰς δὲ ἐξ ἄλλου του θεῶν τίθης, ποιητικὴν δʼ ἐκ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme