Thesauros Literature Oratory Πρὸς Πλάτωνα περὶ ῥητορικῆς

Πρὸς Πλάτωνα περὶ ῥητορικῆς

Πρὸς Πλάτωνα περὶ ῥητορικῆς Aristides, Aelius
22 θεὸς μεμαρτύρηκε περὶ ἀμφοῖν, χρήσας ἐκεῖνον σοφώτατον εἶναι, ὥστε διπλῆν οὖσαν τὴν τοῦ Σωκράτους μαρτυρίαν ἑτέρᾳ κυρίᾳ τῇ παρʼ αὑτοῦ βεβαιοῖ. μάθοι δʼ ἄν τις καὶ παρʼ αὐτοῦ τοῦ πράγματος συμβαίνοντα τῷ Σωκράτους λόγῳ καὶ βίῳ τὰ ἀπὸ τῆς μαντείας. τὸν γὰρ ζῶντα ὑπὸ θεῷ καὶ τῶν ἀνθρωπίνων πραγμάτων ἠμεληκότα πῶς οὐκ εὔλογον ἐκ προχείρου παρὰ θεῷ κριτῇ σοφώτατον ἀνθρώπων ἀνῃρῆσθαι; ἡ μὲν οὖν παρὰ τοῦ Πλάτωνος ἡμῖν μαρτυρία τοσαύτη, διʼ αὐτοῦ καὶ διὰ τῶν ἑταίρων ἀμφοτέρων τελευτῶσα εἰς τὸν θεὸν τὸν ἐν Δελφοῖς, ὃς ἐπιψηφίζει Πλάτωνι ἃ μικρῷ πρόσθεν ἔφην Αἰσχίνην. εἰ δὲ δεῖ καὶ ποιητῶν παρασχέσθαι μαρτυρίας, ἔστι μὲν ἔργον ἢ τὰς ἁπάντων ἢ τὰς τῶν προκριθέντων διὰ πάντων παρασχέσθαι, ὅμως δʼ ὡς ἄν τις ἔχοι τῶν γνωριμωτάτων ἐκλέξας εἰπεῖν ῥᾳθυμία παραλιπεῖν. κοινῇ μὲν οὖν πάντες ποιηταὶ μαρτυροῦσι τὴν ἔργῳ μαρτυρίαν, εἴπερ εἰσὶ ποιηταὶ τῷ κρατοῦντι λόγῳ τῆς τέχνης. ἀλλʼ οὐ ταύτης δέομαι τὰ νῦν, ἔστι γὰρ ἐν τοῖς εἰρημένοις, ἀλλὰ τῆς κατὰ ῥῆμα. τοῦτο μὲν τοίνυν ὁ πρεσβύτατος αὐτῶν καὶ πᾶσι συνηθέστατος Πάνδαρον μὲν τὸν Ζελείτην ἐπαινῶν εἰς τὴν τοξικὴν ὧι καὶ τόξον Ἀπόλλων αὐτὸς ἔδωκε λέγει. τὸν δὲ τῶν Φαιάκων βασιλέα ποιήσας εἰς ὑπερβολὴν φιλάνθρωπον καὶ θεοφιλῆ τῷ ῥήματι τούτῳ τετίμηκεν Ἀλκίνοος δὲ τότʼ ἦρχε θεῶν ἄπο μήδεα εἰδώς. μή μου πύθῃ, φησὶ, ποίαν τέχνην ἐκέκτητο, ἢ τίς διδάσκαλος αὐτοῦ· θεῶν γὰρ ἄπο μήδεα ᾔδει. τὸν δʼ αὖ Δημόδοκον ὡσαύτως τὸν κιθαρῳδὸν ἐπαινῶν ὡς ἄκρον τὴν μουσικὴν οὕτως ποιεῖ τὸν πέρι Μοῦσʼ ἐφίλησε, δίδου δʼ ἀγαθόν τε κακόν τε· ὀφθαλμῶν μὲν ἄμερσε, δίδου δʼ ἡδεῖαν ἀοιδήν· καὶ πάλιν Μοῦσʼ ἄρʼ ἀοιδὸν ἀνῆκεν ἀειδέμεναι κλέα ἀνδρῶν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme