Thesauros Literature Oratory Πρὸς Πλάτωνα περὶ ῥητορικῆς

Πρὸς Πλάτωνα περὶ ῥητορικῆς

Πρὸς Πλάτωνα περὶ ῥητορικῆς Aristides, Aelius
83 τύχης καὶ τοῦ μέλλοντος ἄδηλα. ἃ φυγεῖν μὲν δή που ῥᾷον ἢ ὑποστῆναι παντί. τοῦτο δʼ εἰ πάντες ἐν ταῖς ἀνάγκαις λογίσαιντο, οἴχεται τὰ τῶν πόλεων πράγματα. ταῦτʼ ἂν, οἶμαι, φαῖεν, μετρίως, ὡς ἐγᾦμαι, λέγοντες. εἶεν. τί δʼ εἰ βελτίστους μὲν μὴ ἀπέφηναν καθάπαξ Ἀθηναίους, βελτίους δʼ ἔστιν ᾗ; τί δʼ εἰ μείζω καὶ περὶ τούτους καὶ περὶ ἄλλους ἐξήμαρτον ἂν, εἰ μὴ τοῖς ὑπʼ ἐκείνων λόγοις κατείχοντο; ἔπειτα τὸν μὲν ἰατρὸν φῂς λιμῷ ἂν ἀποθανεῖν, εἰ πρὸς τὸν ὀψοποιὸν ἀγωνίζοιτο ἐν παισὶν ἢ τοιούτοις ἀνθρώποις, οἳ μὴ δύνανται γνῶναι τἀληθές· εἰ δὲ Μιλτιάδης καὶ Κίμων καὶ Περικλῆς πρὸς τὸ βέλτιστον ἄγοντες τὰ πράγματα ἔσθʼ ἃ καὶ προσέπταισαν, τοῦτο θαυμάζεις;
83 ἐνθυμοῦμαι δʼ ἔγωγε πῶς ἀνέχεσθαι χρὴ ὅτʼ Ἀλκιβιάδην μὲν καὶ Κριτίαν Σωκράτει συγγενομένους, οἳ τοσαύτας καὶ τηλικαύτας αἰτίας ἐσχήκασι καὶ ὑπὸ τῶν πολλῶν καὶ ὑπὸ τῶν ἐπιεικῶν, ὥστε Κριτίου γε οὐδʼ ἐπινοῆσαι ῥᾴδιον ἐξωλέστερον, ὃς ἐν τριάκοντα τοῖς πονηροτάτοις τῶν Ἑλλήνων πρῶτος ἦν, τούτους μὲν οὔ φασι δεῖν ἐν τεκμηρίῳ ποιεῖσθαι ὅτι Σωκράτης τοὺς νέους διέφθειρεν, οὐδʼ εἶναι τἀκείνων ἁμαρτήματα οὐδʼ ὁτιοῦν πρὸς Σωκράτη τὸν οὐδὲ αὐτὸν ἔξαρνον ὄντα τὸ μὴ οὐ διαλέγεσθαι τοῖς νέοις· εἰ δʼ Ἀθηναίων δῆμος ἐν πολλοῖς καὶ μεγάλοις οἷς καὶ ὑπὲρ αὑτοῦ καὶ ὑπὲρ τῶν Ἑλλήνων διεχείρισεν ἔσθʼ ἃ μὲν ὀρθῶς καὶ προσηκόντως ἐβουλεύσατο, ἔστι δὲ ἃ καὶ ἐξήμαρτεν εἰς τοὺς προεστηκότας, ταῦτʼ ἀξιοῦσιν αὐτοῖς τοῖς προστάταις λογίζεσθαι. καὶ Λεσβίους μὲν Τέρπανδρος οὐχ οἷός τʼ ἐγένετο πάντας ποιῆσαι μουσικοὺς, οὐδʼ Ἀρίων, οὐδʼ εἴ τις ἄλλος ἐν Λέσβῳ μουσικὴν ἐποιήσατο· εἰ δὲ Θεμιστοκλῆς καὶ Περικλῆς μὴ καθάπαξ ἐπαίδευσαν Ἀθηναίους τὴν πολιτικὴν ἀρετὴν, τοῦτʼ ἐκείνους, ὡς ἔοικεν, ἐλέγχει τοῦ μηδενὸς ἀξίους ὄντας, ὥσπερ ἂν

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme