Thesauros Literature Oratory Πρὸς Πλάτωνα περὶ ῥητορικῆς

Πρὸς Πλάτωνα περὶ ῥητορικῆς

Πρὸς Πλάτωνα περὶ ῥητορικῆς Aristides, Aelius
98 οὕτω τοὺς ἐν ταῖς ἀγοραῖς καὶ τοῖς λόγοις προέχοντας τῶν τούτοις ὑπηρετούντων βελτίους ὁ ποιητὴς ἔθηκε καὶ προσεῖπεν ἀριπρεπεῖς, μάλα ὀρθῶς προσειπών. ὁ μὲν γὰρ ἐν πολλοῖς πράττων οὐκ ἔκδηλος γίγνεται· πολλοὶ γὰρ οἱ μετέχοντες· ὁ δὲ εἰς τὸ μέσον λέγων ἅπαντας ἐφέλκεται καὶ πάντες εἰς αὐτὸν ὁρῶσιν· ὁ δʼ ἀσφαλέως ἀγορεύει, αἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν. εἰς γὰρ ἕτερα αὖ παραπλήσια σχεδὸν αὐτομάτως ἥκει φέρων ὁ λόγος· ἐν οἷς Ὅμηρος σαφῶς μαρτυρεῖ ὅτι οὐ κολακεύων ὁ ῥήτωρ λέγει οὐδὲ ὑποπεπτωκὼς, οὐδὲ τὸν δεῖνα ἢ τὸν δεῖνα θαυμάζων, οὐδὲ ἐπίκαιρον ἡδονὴν διώκων, ἄλλος ἄλλοθι γιγνόμενος, ὥσπερ οἱ ὀψοποιοὶ χάριν ἡδονῆς ἑτέρου, οὐδὲ σχηματιζόμενος ὡς δοῦλος τῶν ἀεὶ δυναμένων, ἀλλʼ ἀσφαλῶς ἀγορεύει, φησί. τὸ δὲ ἀσφαλῶς ἔστιν ἀπταίστως. ἀμήχανον δὲ ἀπταίστως λέγειν ὅστις μὴ ὑγιῶς λέγει. αἴτιον δὲ τούτου φησὶν ὅτι αἰδοῖ μειλιχίῃ, οὐ τὸ ἀναιδέστατον ἦθος τὸ τοῦ κόλακος λαμβάνων ἐν τῇ ψυχῇ καὶ ἀναματτόμενος, ἀλλʼ αἰδούμενος. τοῦ γὰρ τοιούτου καὶ τοὺς λόγους ἀνάγκη κοσμίους εἶναι, κόσμον δὲ καὶ τάξιν ἔχοντα κρατεῖν. Ἡσίοδος δʼ αὖ φησι καὶ τοὺς βασιλέας θείᾳ μοίρᾳ καὶ δόσει γίγνεσθαι λόγων μετόχους, λέγων ὅτι ἡ Καλλιόπη καὶ βασιλεῦσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ. ὅντινα τιμήσουσι Διὸς κοῦραι μεγάλοιο, γιγνόμενόν τʼ ἐσίδωσι διοτρεφέων βασιλήων, τῷ μὲν ἐπὶ γλώσσῃ γλυκερὴν χείουσιν ἀοιδὴν, τοῦ δʼ ἔπεʼ ἐκ στόματος ῥεῖ μείλιχα· οἱ δέ τε λαοὶ πάντες ἐς αὐτὸν ὁρῶσι διακρίνοντα θέμιστας ἰθείῃσι δίκῃσιν· ὁ δʼ ἀτρεκέως ἀγορεύων αἶψά τε καὶ μέγα νεῖκος ἐπισταμένως κατέπαυσε· σχεδὸν οὐ μόνον κατὰ ταὐτὰ, ἀλλὰ καὶ ταὐτὰ ἄντικρυς Ὁμήρῳ λέγων, μᾶλλον δὲ πολὺ κυριώτερον καὶ λαμπρότερον οὗτος τῇ ῥητορικῇ συναγορεύων, ὁπότʼ οὐ μόνον πράττειν τὰ δέοντα τὸν αὐτὸν ὅνπερ λέγειν τὰ δέοντα

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme