245
πρῶτος ἦν. ἐπεὶ δʼ ἅμα τῆς τε χώρας ἠναγκάζοντο στέρεσθαι καὶ ὁ λοιμὸς ἅπαντα φθείρων ἐπέκειτο καὶ κακῶν ἀνάπαυσις οὐκ ἦν, οὕτω δὴ τῶν συμφορῶν ἡττηθέντες ἐτραχύνθησαν πρὸς αὐτόν. καί μοι τοῦ παραδείγματος ἐνταῦθʼ ἀναμνήσθητι τοῦ τῶν ἡνιόχων. τάχʼ ἂν γὰρ ἁλοίης τοῖς ἅρμασι τοῖς σαυτοῦ καὶ οὐ τοῖς πτεροῖς. ὁ γοῦν Νέστωρ ἱππικώτατος ἦν, ὡς λέγεται, τῶν ἐφʼ αὑτοῦ. καὶ Ὅμηρος ἱππότην αὐτὸν μετʼ ὀλίγων ἐν τοῖς ἔπεσι καλεῖ. ὥστε κἀν τοῖς ἄθλοις τοῖς ἐπὶ Πατρόκλῳ τῷ Ἀντιλόχῳ μέλλοντι τὸ ἅρμα καθιέναι προσελθών τε καὶ ὑπειπὼν ὅτι αὐτὸν ὁ Ζεύς τε καὶ ὁ Ποσειδῶν πᾶσαν διδάξειαν τὴν ἱππικὴν εὐθὺς ἐκ παιδὸς, καὶ οὐ πάνυ τι δέον αὐτὸν διδάσκειν ὅμως ὑποτίθεται καὶ παραδείκνυσιν αὐτῷ τινὰ τῶν εἰς τὸν δρόμον καὶ ὅπως διαθήσεται τὸν ἀγῶνα. τοσοῦτον αὐτῷ περιῆν τῆς ἐπιστήμης. οὗτος μέντοι φυγῆς ποτε γιγνομένης τῶν Ἀχαιῶν ἔμεινε μόνος, οὔ τι ἑκὼν, ἀλλʼ ἵππος ἐτείρετο, τὸν βάλεν ἰῷ δῖος Ἀλέξανδρος, Ἑλένης πόσις ἠϋκόμοιο,ἄκρην κὰκ κορυφὴν, ὅθι τε πρῶται τρίχες ἵππων κρανίῳ ἐμπεφύασι, μάλιστα δὲ καίριόν ἐστιν. ἀλγήσας δʼ ἀνέπαλτο, βέλος δʼ εἰς ἐγκέφαλον δῦ,σὺν δʼ ἵππους ἐτάραξε κυλινδόμενος περὶ χαλκῷ. καὶ οὔθʼ ὁ ἵππος ἔτι ἠδύνατο ὑπὸ τοῦ κακοῦ καὶ τοῦ τραύματος πείθεσθαι, πάντα τὸν ἔμπροσθεν χρόνον παρέχων ἑαυτὸν εὐπειθῆ οὔθʼ ὁ Νέστωρ εἶχεν ὅ τι χρήσαιτο μὴ ὅτι ἐκείνῳ, ἀλλʼ οὐδὲ τοῖς ἄλλοις ἵπποις τεταραγμένοις ὑπὸ τοῦ πάθους. ἀλλʼ οὐδʼ ἀπολῦσαι τὸν ῥυτῆρα ἐν τῷ θορύβῳ ῥᾳδίως ἠδύνατο, ἀλλʼ ὥσπερ ἐπὶ χαλκοῦ ζεύγους εἱστήκει μένων, ὅσα μὴ ἀπῆν τό γε ἀτρεμεῖν. οὕτως ἠπόρησεν ὑπὸ τοῦ καιροῦ καὶ τῆς συμφορᾶς, ἄριστος ὢν τά γε τῆς τέχνης. τὸν αὐτὸν δὴ τρόπον οἶμαι καὶ Περικλῆς, ἕως μὲν οὐδὲν ἀνήκεστον ἦν, κατεῖχε τοὺς ἵππους, καὶ μάλα ῥᾳδίως ἤκουον αὐτοῦ καὶ τοῦ Νέστορος οὐδὲν χείρω τὴν φωνὴν ἐνόμιζον, καίτοι πολλά γε καὶ παντοῖα