258
κολλητὸν βλήτροισι, δυωκαιεικοσίπηχυ, καὶ πάντας τοὺς Τρῶας ἐκείνῳ σοβῶν καὶ ἀπείργων ἀπὸ τῶν νεῶν, ἦ που ῥᾳδίως τόν γε δίσκον ἔμελλε μεταχειριεῖσθαι καὶ παῖδας τόν τε δὴ Πολυποίτην καὶ τοὺς ἄλλους ἀποφανεῖν, τοῦ γʼ εἰκότος νικῶντος. ἀλλὰ δῶμεν τοῦτο ἑτέρας τινὸς ἕξεως δεῖσθαι· ἀλλὰ πῶς ἔπραξε περὶ τὴν πάλην; εἰ δὲ καὶ τοῦτʼ ἔλαττον, ἀλλʼ ἀναλαβών γε τὰ ὅπλα, οὗ μέγιστος καὶ κάλλιστος ἦν αὐτὸς αὑτοῦ καὶ ἰσχυρότατος καὶ ῥωμαλεώτατος, πολὺν θόρυβον παρέσχε τοῖς Ἕλλησι. καὶ τὰ μὲν ἄλλα ἐῶ· ἔδεισαν δὲ περὶ ἐκείνου μᾶλλον ἢ τοῦ Διομήδους. οὕτως ἔπραξε κἀνταῦθα. καίτοι ὅ γε κήρυξ ἀνεῖπεν οὑτωσὶ γιγνομένης ποτὲ τῶν Ἀχαιῶν ἁπάντων ἐξετάσεως ἀνδρῶν αὖ μέγʼ ἄριστος ἔην Τελαμώνιος Αἴας. καὶ οὐχ ἅπαξ γε οὐδὲ τοσοῦτον μόνον εἰπὼν ἀπηλλάγη, ἀλλʼ ὥσπερ ἐξεπίτηδες πανταχοῦ διατελεῖ κηρύττων καὶ διαμαρτυρόμενος, Αἴαντός θʼ, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλείωνα. καὶ Αἴας, ὃς πέρι μὲν εἶδος, πέρι δʼ ἔργʼ ἐτέτυκο. καὶ ἀνδρὶ δʼ οὐκ εἴξειε μέγας Τελαμώνιος Αἴας, καὶ ἄλλα τοιαῦτα, ὥσπερ προκαταλαμβάνων ἡμῶν τὰς γνώμας, ὅπως μὴ ἐπὶ τοῦ ἀγῶνος ταραχθείημεν μηδʼ εἴ τινος ἄλλου χεῖρον ἠγωνίσατο, ταύτῃ φαυλότερον αὐτὸν ἡγοίμεθα, μηδὲ χείρω μηδενὸς ἄλλου τῶν Ἀχαιῶν ἀλλʼ ἢ τοῦ Ἀχιλλέως. καὶ μὴν καὶ ὁ ἀδελφὸς μετεῖχεν αὐτῷ τῆς τύχης ἐπιθήκην, ὁ Τεῦκρος, περὶ τὴν τοξικὴν, ὅς γε τῆς μηρίνθου μὲν ἔτυχε, τὴν δὲ περιστερὰν αὐτὴν παρῆκεν ἑτέρῳ λαβεῖν, καὶ οὗτος ἑαυτοῦ χείρονι.
258
ταῦτα πάντα ἐφεξῆς οὕτως ἔχοντα τί χρὴ νομίζειν εἶναι; ἆρʼ οὐ χρησμούς τινας εἰς ἅπαντα ἡγεῖσθαι τἀνθρώπεια; ὥστʼ οὔτʼ εἴ τις ῥώμῃ σώματος ἢ μεγέθει προφέρειν δοκεῖ οὔτʼ εἴ τις ἵππους ἀρίστους κέκτηται οὔτʼ εἰ ταχὺς αὐτὸς ἢ καλὸς, οὐδὲν αὐτῷ τούτων κύριον, ἂν